- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς? 83:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 83:)

οὔκουν οἵ γ ἵπποι τοὺς μὲν οὐδεπώποθ ἁψαμένους αὐτῶν γνωρίζουσι προσβλέποντες, τοὺς δ ἐφεστῶτας μισοῦσι καὶ φεύγουσιν: ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄνοις ἀπέδωκεν ἡ παροιμία, τὸν ξύοντα ἀντιξύειν: ἄνθρωποι δ ἄρα ὑπὸ θεῶν ἀγόμενοι θεοὺς οὐ νομίζουσιν, ἢ περὶ αὐτούς τι φαῦλον τοὺς θεοὺς λέγουσι καὶ πράττουσι. καὶ ὁ μὲν ἡνίοχος παραλαβὼν λακτίζοντας τοὺς ἵππους πραΰνει καὶ τιθασεύει καὶ τελευτῶν ἐπ αὐτῶν ἀσφαλῶς καὶ κατὰ πολλὴν ῥᾳστώνην εἶσιν ὅποι βούλεται: οἱ θεοὶ δὲ οὔπω καὶ νῦν ἐξῃρήκασιν ἐξ ἀνθρώπων ἀδικίαν ἐκ τοσούτου, καὶ ταῦτα ἐκ τοῦ παντὸς αἰῶνος πολιτευόμενοι, καὶ προσέτι εἰς ἑαυτοὺς ἁμαρτάνοντας ὁρῶντες ἔστιν οὓς αὐτῶν. ἀλλὰ μὴν ὅτε ταῦτα οὐδ ἂν εἷς ὑγιαίνων εἴποι σπουδῇ πλὴν ὡς ἡμεῖς νῦν εἰς ἔλεγχον λόγου, πῶς οὐ κομιδῆ Πλάτων συκοφαντεῖ· εἰ γὰρ ἃ μηδ οἱ θεοὶ πώποτε πεποιήκασι, μηδὲ παρ αὐτῆς τῆς Ἀθηνᾶς τῆς πολιάδος εἶχεν ἀπαιτῆσαι, ταῦτα παρὰ Θεμιστοκλέους καὶ Περικλέους ἀπαιτεῖ, αὐτὸν ἐρωτῶ πῶς οὐ συκοφαντεῖ. ἀλλ οἶμαι τὴν μὲν τοῦ δήμου φύσιν οὐκ ἠδυνήθησαν μεταποιῆσαι οὐδ ἀφανίσαι: ἔστι δ αὕτη μηδέποτε γενέσθαι πάντα χρηστὸν μηδ ἀναμάρτητον: ὅσα δ ἢ κινδυνεύοντας ἔδει προνοήσασθαι, ἐν οἷς ἅμα καὶ τῶν πολλῶν καὶ τῶν ἐπιεικῶν ἦν εὐεργέτας εἶναι, ἢ κατ ἐξουσίαν πράττοντας ἀπάγειν ἀπὸ τῶν δυσχερεστάτων ἀεὶ καὶ ὡς ἐλάχιστον τρέπειν τὰ τῆς φύσεως ἁμαρτήματα, ταῦτ οὐκ ἔστιν ὅπως οὐ παρὰ τούτοις ὄντα φανήσεται, καὶ ταῦτα πρὸς τῷ λόγῳ τῷ παρ ἡμῶν καὶ ταῖς ἀποδείξεσι Πλάτων αὐτὸς ἐπισφραγίζεται καὶ ἔστιν ἡμῖν κἀνταῦθα μάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεὶ καὶ τὸ λοιπὸν, ἐὰν αὐτὸς αὐτοὺς ἐπαινῶν ἐπιδειχθῇ. πῶς οὖν ἄν τις περιφανέστερον ἢ λαμπρότερον τοὺς ἄνδρας ἐπῄνεσεν ἢ ὡς οὗτος τὸν ἐπιτάφιον λόγον αὐτοῖς ποιήσας·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION