호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡγοῦμαι μὲν τοίνυν κἀν τούτοις τὴν ἔργῳ μαρτυρίαν παρέχεσθαι. τὸ γὰρ δὴ λόγοις πρὸς λόγους ἀγωνιζόμενον λόγοις ἑτέροις σπουδαίοις μαρτυροῦντα ἀποφαίνειν τὸν ἀντίπαλον τὴν ἔργῳ παρέχεσθαι μαρτυρίαν ἐστίν. οὐ μὴν ἀλλ ἔτι καὶ προσωτέρω προελθεῖν βούλομαι, ἵνα ἐπειδὴ τιμᾷ τὸ ἕνα ἐπιψηφίζειν καὶ αὐτὸν, πρὸς ὃν ἂν οἱ λόγοι γίγνωνται, καὶ λόγῳ καὶ ἔργῳ σύμψηφον ὄντα αὐτόν μοι δείξω. φέρε δὴ προσέστω κἀν τούτοις ἐρώτησις, οἱο῀ν εἴ τις ἤρετο αὐτὸν, ἡνίκα εἰς Σικελίαν ἔπλει τὸ δεύτερον ἢ τρίτον, ἤτοι σύμπλους ἢ καὶ αὐτὸς ὁ κυβερνήτης, σὺ δὲ δὴ τοῦ χάριν ἡμῖν ὦ Πλάτων εἰς Σικελίαν πλεῖς· ἢ εἰ μὴ τότε, ἀλλ εἴ τις οἴκαδε αὐτὸν ἐπανελθόντα ἤρετο τὰς τῆς ἀποδημίας καὶ πλάνης αἰτίας καὶ τί δὴ παθὼν τὸ τρίτον αὖθις περὶ τὴν Χάρυβδιν ἐπραγματεύσατο, περὶ ἣν Ὀδυσσεὺς οὐ πλέον ἢ δὶς, τί ἂν ἀπεκρίνατο αὐτῷ· εἰ γὰρ τὸ βέλτιστον ἀληθὲς εἶναι δοίημεν, ἔφη Δημοσθένης, ὥσπερ ἀνάγκη δοῦναι Πλάτωνί γε, ἑτέραν αὐτῷ περὶ ὧν ἀμφισβητοῦμεν οὐ λείπει τοῦτο ἀπόκρισιν. διὰ τί· ὅτι, οἶμαι, φῆσαι, μᾶλλον δ εἶπεν ἂν, Δίωνος χάριν ἀνδρὸς ἑταίρου καὶ ξένου πλεῦσαι, θέσθαι βουλόμενος τὰ πρὸς Διονύσιον αὐτῷ καὶ μὴ περιιδεῖν. εἶτ ὦ πλέων καλῶς καὶ δικαίως ἀποδημῶν, σὺ μὲν ξένου Συρακοσίου κοινοῦ τῆς πατρίδος ἐχθροῦ τῆς σεαυτοῦ, - οὐ γὰρ προεδρία γ ἦν Ἀθηναίοις ἐν Συρακούσαις, ἀλλ ἃ μηδ εἰπεῖν ἔστ ἀδακρυτὶ, ταῦθ ὑπὸ τῶν Δίωνος ἑταίρων καὶ πολιτῶν ὀλίγοις πρότερον χρόνοις ἐπεπόνθεσαν - ἀλλ οὖν ἐπειδή γε ἅπαξ αὐτὸν ἐδέξω φίλον νομίσας, ἔπλεις ἐκείνου χάριν ἐν γήρᾳ πέλαγος τοσοῦτον, καὶ ταῦτα πρὸς ἄνδρα παρ ᾧ πάλιν κινδυνεύειν ἔδει καὶ οὗ συμμαχίαν ὑπισχνουμένου συνῄδεις οὐ δεξαμένην τὴν σαυτοῦ πατρίδα: καὶ τὸ τυράννῳ συνεῖναι δοκεῖν οὐκ ἔφευγες, ὡς ἔχων παραμυθίαν τὸ σχῆμα τῆς διατριβῆς, ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν. τὴν δ αὑτοῦ τις οἰκῶν καὶ τοῖς αὑτοῦ πολίταις καὶ γονεῦσι καὶ ἀδελφοῖς εἰ τὴν ὅπως μὴ ἀδικήσονται φυλακὴν ἔχοι καὶ σώζοι καὶ τούτους καὶ ἑαυτὸν, καὶ νὴ Δία γε, εἰ τοῦτ αὐτὸ τύραννον ἔσεσθαι μέλλοντα καὶ Διονυσίῳ προσόμοιον οἱό῀ς τ εἰή κωλῦσαι καὶ παρελέσθαι λόγῳ τὰς πράξεις καὶ τὴν ἐκ τῶν νόμων ἄδειαν ἅπασι βεβαιῶσαι, ἔπειτ οὐδὲν σπουδαῖον τοῦτ εἶναι φήσομεν, οὐδ ἐπαινεῖν ἐχρῆν τὴν τοιαύτην εἴτε τέχνην εἴτε μηδὲ τέχνην εἰπεῖν δεῖ, ὅτι νὴ Δί ἓν μέγα τοῦτ ἦν κακὸν τὸ ἀδικεῖν, τὸ δὲ ἀδικεῖσθαι πρᾶγμα οὐδέν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기