- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς? 62:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 62:)

ἀλλὰ μὴν ὅ γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρῶτον αὐτός γε παρεσκεύασται. οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον ὑπάρχειν. οὐκοῦν ὁ ῥήτωρ οὐ μόνον αὐτὸς οὐκ ἀδικήσει, ἀλλ οὐδ ἕτερον ἐάσει: οὐδ αὖ μόνον αὐτὸς οὐκ ἀδικηθήσεται, ἀλλ οὐδ ἕτερος τό γε τούτου μέρος. εἰ δὲ μήτ ἀδικήσει μήθ ἕτερον ἐάσει, κατὰ πάντας τοὺς τρόπους ἡ ῥητορικὴ καλὸν κἀγαθὸν καὶ καθ ὃν αἰσχρὸν τὸ ἀδικεῖν καὶ καθ ὃν κρεῖττον τὸ ἀδικεῖσθαι ἢ ἀδικεῖν καὶ καθ ὃν ὅλως βέλτιστον μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, καὶ πέφηνεν ὁ τῷ ὄντι ῥήτωρ ἀνδρὸς ἁπλῶς εἰπεῖν ἀγαθοῦ τοσούτῳ κρείττων, ὅσῳ ὁ μὲν τὸ καθ αὑτὸν μόνον παρέχεται, ὁ δὲ καὶ τοὺς ἄλλους ὅπως τοιοῦτοι γενήσονται παρασκευάζει. ὁ μὲν γὰρ καλός τε κἀγαθὸς οὐ πάντη ῥήτωρ, ὁ δὲ ῥήτωρ καλὸς κἀγαθὸς, ὅς γε καὶ τοὺς ἄλλους ἐπὶ ταῦτ ἄγει. οὐ μὴν ἀλλ εἰ τούτῳ Πλάτων ἰσχυρίζεται ὡς οὐ πολλήν τινα οὐδ ἀξίαν σπουδῆς οὐδὲ λόγου χρείαν ἡ ῥητορικὴ παρέχεται, ὅτι οὐ τηλικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί κωλύει καὶ τοὺς νόμους αὐτὸν ἅπαντας τοῖς αὐτοῖς τούτοις διαγράφειν· οὐ γὰρ ἄλλο γ οὐδὲν ἢ τοῦτο βούλονται, μάλιστα μὲν μηδένα μηδὲ ὑφ ἑνὸς πάσχειν κακῶς, εἰ δὲ μὴ, δίκην τοῖς παθοῦσι παρὰ τῶν πραξάντων ἢ τῶν αἰτίων γίγνεσθαι. ὥστ οὐ μόνη ἄπεισιν ἐκ τῶν πόλεων ἐκκηρυχθεῖσα ὑπὸ τοῦ Πλάτωνος, ἀλλ ὥσπερ ἑταιρείας καταγνωσθείσης μετὰ τῶν ταὐτὰ συμβουλομένων νόμων ἐξελαθήσεται: καὶ τότε ῥητορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους συνεκπέμψαι καλῶς ἡμῖν ἔχῃ. πότ οὖν τοῦτ ἂν γένοιτο· τίς ὁ καιρὸς αὐτοῦ·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION