호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποῦ δὲ τὸ πείθειν, εἰ τὸ βιάζεσθαι κρατήσει· καὶ ταῦτα αὐτῆς, ἧς ἔργον πείθειν, δούσης βιάζεσθαι· δοκεῖ δέ μοι καὶ Πίνδαρος, εἴ τι δεῖ περὶ τοῦ ᾄσματος εἰπεῖν, οὐκ εἰσηγούμενος οὐδὲ συμβουλεύων σπουδῇ ταῦτα λέγειν τοῖς ἀνθρώποις, ἀλλ ὡσπερεὶ σχετλιάζων. "αἰνέω μὲν Γηρυόνη, τὸ δὲ μὴ Διὶ φίλτερον σιγῶμι πάμπαν. "ἁρπαζομένων τῶν ὄντων καθῆσθαι παρ ἑστίᾳ καὶ κακὸν εἶναι. καίτοι τό γε πρὸς νόμον καὶ ταῦτα ἀνθρώπων ἅμα καὶ θεῶν βασιλέα μάχεσθαι οὐκ ἦν ἐπαινεῖν πρὸς Πινδάρου, οὐδὲ συμβουλεύειν πρὸς κέντρα λακτίζειν. καὶ κελεύει φυλάττεσθαι. ἀλλὰ τί, φησὶ, τούτων ἐμοὶ νῦν· εἴτε γὰρ δοκοῦντα Πινδάρῳ ταῦτ ἦν εἴτε μὴ, ἀλλ οὐ τῇ γε ῥητορικῇ δείξει τὸ τοιοῦτον δοκοῦν. οὐ δεῖ γὰρ ἁρπάζειν ἕκαστον κατὰ δύναμιν καὶ τοῦτο νόμον καλεῖν, ἀλλ ἕκαστον τῶν δικαίων τυγχάνειν, καὶ τὸν ταῦτα διαιροῦντα νόμον τιμᾶν, καὶ καλεῖν γε μόνον τὸ τοιοῦτον νόμον καὶ τοὐναντίον παρανομίαν. τοῦτ ἔστι τὸ δόγμα τῆς ῥητορικῆς καὶ τούτῳ σύνεστι τῷ νόμῳ καὶ περὶ τούτου πείθει τηροῦσα ὅπως μηδεὶς ὑπερβήσεται, τοὺς ὑπερβαίνοντας σωφρονίζουσα. μέγιστον δὲ μαρτύριον: οὗ μὲν γὰρ νόμος καὶ δίκαι, ἐνταῦθα καὶ ῥητορικὴ καὶ λόγοι, οὗ δ ὑπερτέρα χεὶρ ἀφαιρεῖται τὸ δίκαιον, οὐδὲν ἴδοις ἂν ἐκεῖ ῥητορικῇ διοικούμενον. ἀλλ ἔστι μιᾶς ὡσπερεὶ μοίρας καὶ φύσεως οἱ νόμοι, ἡ δίκη, οἱ λόγοι. τριῶν δ οὐσῶν τούτων δυνάμεων, ὅπερ λέγων ἐξέβην, ἁπάσας τὰς χώρας ἡ ῥητορικὴ μόνη καταλαμβάνει. προτέρα γὰρ οὖσα τῆς νομοθετικῆς κατὰ τὴν ἐκείνης χρείαν, προτέρα δ αὖ καὶ τῆς δικαστικῆς, ὅτε κἀκείνης ἔδει, λαβοῦσα μέσην πρότερον τὴν νομοθετικὴν, εἶτ αὖ τὴν δικαστικὴν ὡσαύτως διχόθεν περιέχουσα, πρώτη καὶ μέση καὶ τελευταία γίγνεται, ὁμοῦ μὲν ἀμφοῖν αὑτὴν μέσην, ὁμοῦ δ ἄμφω μέσας αὑτῆς καθιστᾶσα, ὡς μάλιστ ἔμελλον ἅπασαι συμμένειν, ἀντὶ συνδέσμου τῇ ῥητορικῇ χρώμεναι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기