- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς? 44:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 44:)

ἀλλ οὐχ ὑποβάλλουσί γε αὐτῷ τὰ ἐνδόσιμα οἱ χορευταὶ, οὐδ ὅπως ἂν ἐκεῖνοι κελεύωσιν, οὕτω προσάγει τὸ μέλος καὶ τὸν ῥυθμὸν, οὐδὲ τί χρὴ διδάσκειν αὐτοὺς παρ ἐκείνων μανθάνει, οὐ μᾶλλόν γε ἢ παρὰ τῶν ναυτῶν ὁ κυβερνήτης μανθάνει τί χρὴ πράττειν. ἀλλ ἀκούουσι μὲν οἱ ναῦται ἃ προστάττει, λέγει δὲ ὁ κυβερνήτης οὐκ εἴ τι καὶ δοκοῦν τοῖς ναύταις, ἀλλ οὖν αὐτὸς ὢν κύριος ἐν τῇ νηὶ τῶν ναυτῶν. πανταχοῦ πάντ ἐστὶ πρὸς τοὺς ἡγεμόνας, καὶ τὰ τούτων ἡγεῖται βουλήματα. ἕπεται δὲ τὰ μὲν ἑκουσίως, τὰ δὲ ἀκουσίως τὰ τῶν πολλῶν. κορυφαῖος χοροῦ, ναυτῶν κυβερνήτης, στρατιωτῶν στρατηγὸς, δήμου ῥήτωρ ἡγεῖται. πάντες μὲν οὖν ἄρχοντες φύσει κρείττους τῶν ὑφ αὑτοῖς: εἰ δέ τις μετ ἐξουσίας καὶ χαρίζεται, πείθων, οὐκ ἀναγκάζων, καὶ πρὸς τῷ σώζειν τὴν ἑαυτοῦ τάξιν στοχάζεται καὶ τῆς ἐπιθυμίας τῶν ὑφ αὑτῷ, οὗτος ἐκεῖνός ἐστιν ὁ τῷ ὄντι πολιτικὸς καὶ ὃν Ὅμηρος ἔφη πατέρα ὣς ἤπιον εἶναι. οἶμαι δὲ τὸν αὐτὸν καὶ ῥήτορα ἄριστον πεποίηκεν, ᾧ τοῦτο ἀνέθηκε. μὴ δὴ τοῦτο λέγε ὡς ὄνειδος κατὰ τῶν ῥητόρων εἰ χαρίζονται, ἀλλ εἰ μετὰ τοῦ βελτίστου καὶ τῆς χάριτος στοχάζονται. καὶ κατὰ τοῦτ ἀπόδος τῇ ῥητορικῇ τὴν πρέπουσαν εὐφημίαν, ἵνα τοῖς ὁμοίοις αὐτὴν ἀμειβόμενος φανείης. εἰ δὲ λέγεις ὡς ἁπλῶς χαρίζονται καὶ δουλεύουσι ταῖς ἐπιθυμίαις, τίς ἡ πίστις· ἐγὼ μὲν γὰρ παρ αὐτῶν τῶν πραγμάτων τὴν ἑτέραν παρέχομαι. εἰ γὰρ μήθ ὑπὸ τῶν δήμων ἔμελλον οὕτω γε θαυμασθήσεσθαι μήθ ὑπὸ τῶν ἰδιωτῶν μήθ ὑπὸ τῶν πολιτῶν μήθ ὑπὸ τῶν ξένων μήτ αὐτοὶ μηδαμῶς ἅπερ νυνὶ σεμνύνεσθαι, συνελόντι δ εἰπεῖν, εἰ μήτ εὐδοξήσειν μήτε χρηματιεῖσθαι μήτε ἰσχύσειν μήτε ἐρεῖν, πῶς ἐγχωρεῖ τοιαύτην αἰτίαν κατ αὐτῶν παραδέξασθαι, δι ἧς ταῦτ ἀπήντησεν ἄν· ἔτι τοίνυν καὶ ὅλως ἀδύνατα ἐγκέκληκεν.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION