호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν γὰρ ζῶντα ὑπὸ θεῷ καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἠμεληκότα πῶσ οὐκ εὔλογον ἐκ προχείρου παρὰ θεῷ κριτῇ σοφώτατον ἀνθρώπων ἀνῃρῆσθαι; ἡ μὲν οὖν παρὰ τοῦ Πλάτωνοσ ἡμῖν μαρτυρία τοσαύτη, δι’ αὐτοῦ καὶ διὰ τῶν ἑταίρων ἀμφοτέρων τελευτῶσα εἰσ τὸν θεὸν τὸν ἐν Δελφοῖσ, ὃσ ἐπιψηφίζει Πλάτωνι ἃ μικρῷ πρόσθεν ἔφην Αἰσχίνην. εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίασ, ἔστι μὲν ἔργον ἢ τὰσ ἁπάντων ἢ τὰσ τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι, ὅμωσ δ’ ὡσ ἄν τισ ἔχοι τῶν γνωριμωτάτων ἐκλέξασ εἰπεῖν ῥᾳθυμία παραλιπεῖν. κοινῇ μὲν οὖν πάντεσ ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆσ τέχνησ. ἀλλ’ οὐ ταύτησ δέομαι τὰ νῦν, ἔστι γὰρ ἐν τοῖσ εἰρημένοισ, ἀλλὰ τῆσ κατὰ ῥῆμα. λέγει. τὸν δὲ τῶν Φαιάκων βασιλέα ποιήσασ εἰσ ὑπερβολὴν φιλάνθρωπον καὶ θεοφιλῆ τῷ ῥήματι τούτῳ τετίμηκεν Ἀλκίνοοσ δὲ τότ’ ἦρχε θεῶν ἄπο μήδεα εἰδώσ. μή μου πύθῃ, φησὶ, ποίαν τέχνην ἐκέκτητο, ἢ τίσ διδάσκαλοσ αὐτοῦ· θεῶν γὰρ ἄπο μήδεα ᾔδει. τὸν δ’ αὖ Δημόδοκον ὡσαύτωσ τὸν κιθαρῳδὸν ἐπαινῶν ὡσ ἄκρον τὴν μουσικὴν οὕτωσ ποιεῖ τὸν πέρι Μοῦσ’ ἐφίλησε, δίδου δ’ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ ἡδεῖαν ἀοιδήν· καὶ πάλιν Μοῦσ’ ἄρ’ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기