- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς? 16:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 16:)

εἰ δ οὐδὲ τοῦτό τις συγχωρεῖ, πῶς ῥητορικὴ διὰ τοὺς ἐκείνου λόγους αἰσχρόν· ἐγὼ δ ἀξιόπιστον μὲν τοῖς ὅλοις οὐδενὸς ἧττον Ἑλλήνων ἡγοῦμαι, ἡδέως δ ἂν ἐροίμην τοὺς πρὸς ἐκείνου πότερ αὐτῷ μᾶλλον πιστεύειν ἄξιον, ταῦτα ἢ κεῖνα. καὶ μὴν εἰ τὰ μάλιστα σεμνός ἐστι, φαίνεται μαρτυρῶν ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. ὅταν γὰρ ἡμεῖς μὲν καὶ ἡμῖν αὐτοῖς ταὐτὰ λέγωμεν κἀκείνῳ, ἐκεῖνος δὲ μήθ αὑτῷ μήθ ἡμῖν, οὐκ ἀντιλέγει μᾶλλον ἢ μαρτυρεῖ κατ αὐτὸ τοῦτο τὸ μὴ τἀληθῆ λέγειν. φέρε δὴ καὶ ἑτέραν ἐκ τοῦ αὐτοῦ γυμνασίου, ἔφη Πλάτων, μαρτυρίαν ἀντ εἰκόνος παράσχωμαι. "ἐγὼ δ εἰ μέν τινι τέχνῃ ᾤμην δύνασθαι ὠφελῆσαι, πάνυ ἂν πολλὴν ἐμαυτοῦ μωρίαν κατεγίγνωσκον: "νῦν δὲ θείᾳ μοίρᾳ ᾤμην μοι τοῦτο δεδόσθαι ἐπ Ἀλκιβιάδην. "καὶ οὐδέν γε τούτων ἄξιον θαυμάσαι. ἀκούεις ἀνδρὸς ἑταίρου καὶ τὸν αὐτόν σοι σοφώτατον νομίζοντος, προσθήσω δ ὅτι καὶ τῷ αὐτῷ τοὺς λόγους ἀνατιθέντος, ᾧπερ καὶ σὺ τούτους. οὐ χρὴ, φησὶ, θαυμάζειν, ὦ Πλάτων, εἴ τις καὶ τέχνην μὴ κτησάμενος οἱό῀ς τ ἐστὶν ὠφελεῖν ἀνθρώπους. πολλοὶ γὰρ καὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται οἱ μὲν ἀνθρωπίνῃ τέχνῃ, οἱ δὲ θείᾳ μοίρᾳ. ὅσοι μὲν οὖν ἀνθρωπίνῃ τέχνῃ, ὑπὸ ἰατρῶν θεραπευόμενοι, ὅσοι δὲ θείᾳ μοίρᾳ, ἐπιθυμία αὐτοὺς ἄγει ἐπὶ τὸ ὀνῆσον: καὶ τότε ἐπεθύμησαν ἐμέσαι, ὁπότε αὐτοῖς ἔμελλε συνοίσειν, καὶ τότε κυνηγετῆσαι, ὁπότε συνοίσειν ἔμελλε πονῆσαι.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION