호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔκουν φασί γ’ ἐκεῖνον οὐδὲν θεῖναι Λακεδαιμονίοισ ἄνευ τῆσ παρὰ τοῦ θεοῦ φωνῆσ, ἀλλ’ ὅμωσ οὐκ ἐπειδὴ Λυκοῦργοσ ὁ τῶν Ἑλλήνων ἄριστοσ ἔθηκεν, οὐ διὰ τοῦθ’ ὁ θεὸσ δόξαν εἴληφε τεθεικέναι τοὺσ νόμουσ, ἀλλ’ ὁ μὲν Λυκοῦργοσ ἄριστοσ ὢν τῶν Ἑλλήνων ἐμαρτύρει τὰ τῆσ οὐδὲν ἰδίᾳ γιγνωσκούσησ Πυθίασ νικᾶν, ἡ δὲ ἀπεκρίνατο ὡσ ἐδόκει τῷ θεῷ, ὁ δὲ τῷ παρὰ τὴν Πυθίαν μέρει τὴν δόξαν εἴληφε τὴν ἐπὶ τοῖσ νόμοισ. καίτοι οὔτε πρότερόν τινα τοιαύτην εἶχον ἐπιστήμην, πρὶν εἰσελθεῖν ἐπὶ τὴν τοῦ θεοῦ συνουσίαν, οὔθ’ ὕστερον οὐδὲν ὧν εἶπον ἴσασιν, ἀλλὰ πάντεσ μᾶλλον ἢ ’κεῖναι. καίτοι οὔτ’ ἐπιστήμην τιν’ ἔχουσι περιττοτέραν παρὰ τοὺσ ἄλλουσ ἀνθρώπουσ αὗται αἱ γυναῖκεσ οὔτ’ εἴ τι καὶ γιγνώσκουσιν, ἀφ’ ὧν πεπαίδευνται καὶ προί̈σασι λέγουσιν, ἀλλ’ ὡσ ἂν κινηθῶσιν ἑκάστοτε ὑπὸ τοῦ κρείττονοσ, πέμπουσι πανταχοῖ γῆσ, εἰσ Ιὠνίαν, εἰσ Πόντον, εἰσ Κυρήνην, ἐπ’ ἔσχατα τῆσ γῆσ· οὐδ’ εἴ τισ εἴσεισιν ὡσ αὐτὰσ ἢ πεύσεται προί̈σασι πρὸ τῆσ ἑσπέρασ καὶ τῆσ ἐπὶ τοῦ τρίποδοσ καθέδρασ, ὡσ ἔποσ εἰπεῖν. ἀλλ’ ἀρτίωσ ἀγνοοῦσαι καὶ τὰ τῶν γειτόνων ἐξαίφνησ τὰ πάντων ἀνθρώπων ἴσασι καὶ δημηγοροῦσι παρὰ τῷ θεῷ καὶ πολιτεύονται τὰ κοινὰ τῆσ γῆσ καὶ πάσαισ ταῖσ ἐπιστήμαισ καὶ τέχναισ ἡγεμόνεσ τοῦ τί δεῖ ποιεῖν ἢ λέγειν καθίστανται. καὶ οὐδὲ Πλάτων αὐτὰσ παρέρχεται. ἀλλὰ καὶ οὗτοσ ἀξιοῖ τὴν Πυθίαν ἐρωτᾶν ὁπόταν πολιτεύηται καὶ νομοθετῇ, καὶ τότε φησὶ δεῖν ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ, πρότερον δὲ οὐ θαρρεῖ. εἰε͂ν· αὕτη μὲν ἐκ Δελφῶν ἡ μαρτυρία τῷ λόγῳ καὶ παρὰ Ἀπόλλωνοσ τοῦ Πυθίου· τὰσ δ’ ἐν Δωδώνῃ τί φήσεισ ἱερείασ, αἳ τοσαῦτα ἴσασιν ὅσ’ ἂν τῷ θεῷ δοκῇ καὶ μέχρι τοσούτου μέχρι ἂν δοκῇ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기