호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσὶ δὲ οἳ καὶ τῶν ἐκείνου λόγων τῶν εἰς μνήμην ἡκόντων τούτους μάλιστα θαυμάζουσιν οἷς ἐνταῦθα καὶ περὶ τούτων κέχρηται. ὥστε πανταχῆ θείας δεῖν τῆς βοηθείας ὡς ἀληθῶς. ὥσπερ οὖν οἱ τὰς τῶν παρανόμων γραφὰς εἰσιόντες ἀπ αὐτῶν ὧν εἴρηκε τὴν ἀρχὴν ποιησόμεθα. "δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. "καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν. "ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλ ἐμπειρία καὶ τριβή: "ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσι πράγμασιν. "εἰ οὖν βούλεται Πῶλος πυνθάνεσθαι, πυνθανέσθω, οὐ γάρ πω πέπυσται ὁποῖόν φημ ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικὴν, ἀλλ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος. "ὁ δὲ ἐπανερωτᾷ εἰ οὐ καλὸν ἡγοῦμαι εἶναι: "ἐγὼ δ αὐτῷ οὐκ ἀποκρινοῦμαι πρότερον εἴτε αἰσχρὸν εἴτε καλὸν ἡγοῦμαι τὴν ῥητορικὴν πρὶν ἂν πρῶτον ἀποκρίνωμαι ὅ ἐστιν. "οὐ γὰρ δίκαιον, ὦ Πῶλε. "ἀλλ εἴπερ βούλει πυνθάνεσθαι, ἐρώτα ὁποῖον μόριον τῆς κολακείας φημὶ εἶναι τὴν ῥητορικήν. ἐρωτῶ δὴ, καὶ ἀπόκριναί μοι ὁποῖον μόριον. "ἆρ οὖν ἂν μάθοις ἀποκριναμένου· "ἔστι γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτικῆς μορίου εἴδωλον. "τί οὖν· "καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι· "αἰσχρὸν ἔγωγε. "τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ, ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ὃ λέγω. "μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλ ἔγωγε οὐδὲ αὐτὸς συνίημι ὅ τι λέγεις. "εἰκότως γε, ὦ Γοργία. οὐδὲν γάρ πω σαφὲς λέγω. "Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς. ἀλλὰ τοῦτον μὲν ἐά, ἐμοὶ δὲ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητορικήν. ἀλλ ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται εἶναι ἡ ῥητορική: "εἰ δὲ μὴ τυγχάνει ὀ`ν τοῦτο, Πῶλος ὅδε ἐλέγξει. "σῶμά που καλεῖς τι καὶ ψυχήν· "πῶς γὰρ οὔ· "οὐκοῦν καὶ τούτων οἰεί τινὰ εἶναι ἑκατέρου εὐεξίαν· "ἔγωγε. "τί δέ· "δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δ οὔ· "οἱο῀ν τοιόνδε λέγω: "πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὡς οὐκ εὖ ἔχουσιν ἀλλ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις. "ἀληθῆ λέγεις. "τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχὴν, ἔχει δὲ οὐδὲν μᾶλλον. "ἔστι ταῦτα. "φέρε δή σοι ἐὰν δύνωμαι σαφέστερον ἐπιδείξω ὃ λέγω. "δυοῖν ὄντων τῶν πραγμάτων δύο λέγω τέχνας. "τὴν μὲν οὖν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ἀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικὴν, τὴν δὲ ἰατρικήν. τῆς δὲ πολιτικῆς ἀντίστροφον μὲν τῇ γυμναστικῇ τὴν νομοθετικὴν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαιοσύνην. "ἐπικοινωνοῦσι μὲν δὴ ἀλλήλαις ἅτε περὶ τὸ αὐτὸ οὖσαι ἑκατέρα τούτων, ἥ τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ ἡ δικαιοσύνη τῇ νομοθετικῇ. ὅμως δὲ διαφέρουσί τι ἀλλήλων. "τεττάρων δὲ τούτων οὐσῶν καὶ ἀεὶ πρὸς τὸ βέλτιστον θεραπευουσῶν, τῶν μὲν τὸ σῶμα, τῶν δὲ τὴν ψυχὴν, ἡ κολακευτικὴ αἰσθομένη, οὐ γνοῦσα λέγω, ἀλλὰ στοχασαμένη, τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ἕκαστον τῶν μορίων προσποιεῖται εἶναι τοῦτο ὅπερ ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἡδίστῳ θηρεύει τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖν πλείστου ἀξίαν εἶναι. "ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑποδέδυκε καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι, ὥστ εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρὸν ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες, πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιὸς, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν. κολακείαν μὲν οὖν αὐτὸ καλῶ καὶ αἰσχρόν φημι εἶναι τὸ τοιοῦτον, ὦ Πῶλε, τοῦτο γὰρ πρὸς σὲ λέγω, ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου. "τέχνην δὲ αὐτὴν οὔ φημι εἶναι, ἀλλ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσφέρει, ὁποῖ ἄττα τὴν φύσιν ἐστὶν, ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν εἰπεῖν: "ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. "τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον. "τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψοποιικὴ κολακεία ὑπόκειται, τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον ἡ κομμωτικὴ, κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασι καὶ χρώμασι καὶ λειότητι καὶ ἐσθῆτι ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος ἐφελκομένη τοῦ οἰκείου διὰ τῆς γυμναστικῆς ἀμελεῖν. ἵνα οὖν μὴ μακρολογῶ, ἐθέλω σοι εἰπεῖν, ὥσπερ οἱ γεωμέτραι, ἤδη γὰρ ἂν ἴσως ἀκολουθήσαις, ὅτι ὃ κομμωτικὴ πρὸς γυμναστικὴν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικὴν, καὶ ὃ ὀψοποιικὴ πρὸς ἰατρικὴν, τοῦτο ῥητορικὴ πρὸς δικαιοσύνην.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기