- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς? 5:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 5:)

εἰ δ ἔσθ ὅντινα δεῖ, σχεδὸν ἡμῖν ἂν πρέποι, ἵνα καὶ τὸ δίκαιον εὐθὺς ἐν αὐτῷ τούτῳ πρώτῳ δείξωμεν οὗ προεστήκαμεν: ὡς ἔστιν οὐ λόγον σῶζον παρ ἧς τὸ τοῖς ἄλλοις συναγορεύειν ἐστὶ, ταύτῃ τῶν παρ αὐτῆς μὴ μεταδοῦναι, ἀλλὰ δυοῖν θάτερον, ἢ τοιοῦτον εἶναι δοκεῖν αὐτὴν οἱο῀ν Πλάτων βεβούληται, ἢ τοιοῦτόν γ εἶναι δοκεῖν ποιῆσαι. οὐ γάρ ἐστιν ἓν τοῦτο ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας ἡ σιωπὴ βεβαιοῖ, ἀλλ ἅμα τῶν τε δικαίων οὐ τεύξεται καὶ τὸ σεμνὸν αὐτῆς ἐπ αὐτῆς ἐξελήλεγκται. δόξει γὰρ οὐχ οἱᾶ τ εἶναι σώζειν τὰ δίκαια. ἐγὼ δὲ μάλιστα μὲν καὶ πρῶτον αἰδοῖ τῶν λόγων αὐτῶν καὶ τῷ νομίζειν χρῆναι καθάπερ γονεῦσι βοηθεῖν, ὡς ἕκαστος ἔχει τῆς ἐν αὐτοῖς δυνάμεως, εἶτα καὶ τῶν ἄλλων ἕνεκ ἀνθρώπων, ὅπως μὴ περὶ τῶν μεγίστων φαύλως ὑπαχθεῖεν μηδ ἀγνοήσαιεν ὅσῳ λαμπρότερος καὶ μείζων ἀνὴρ, τοσούτῳ προχειρότερον πιστεύσαντες αὐτῷ, μηδὲ ἣν οὐ θέμις οὐδὲν φλαῦρον ἀκοῦσαι, ταύτην οἰόμενοι κακίζειν αὑτοὺς τῶν καλλίστων ἀποστερήσαιεν ἑκόντες, ἐν ἴσῳ δὲ ἄκοντες εἰπεῖν, ὑπέστην τὸν λόγον τοῦ τε δικαίου χάριν καὶ τῆς χρείας. τὸ μὲν οὖν ἀξίωμα τοσοῦτον τοῦ παρόντος ἀγῶνος. καλῶ δ ἐπὶ τούτῳ τῷ τολμήματι καὶ Ἑρμῆν λόγιον καὶ Ἀπόλλωνα μουσηγέτην καὶ Μούσας ἁπάσας ἡγεμόνας γενέσθαι, μάλιστα μὲν καὶ δι αὐτὸ τὸ ἴδιον τῆς νῦν κλήσεως, ὅτι τούτων ἡ δωρεὰ ὑπὲρ ἧς ἅμα καὶ δι ἧς ἀγωνιζόμεθα, ἔπειθ ὅτι καὶ δύο συμπέπτωκεν. οὔτε γὰρ πρὸς τὸν φαυλότατον τῶν Ἑλλήνων οὔθ ὑπὲρ τῶν φαυλοτάτων οἱ λόγοι.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION