호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους· δεῖ τοίνυν ὥσπερ ζωγράφου τινὸς εἰκόνας ἀμφοῖν προτεθεικότος βλέποντας ἐναλλὰξ εἰς ἑκατέραν, ἢ καὶ ποιητοῦ τινος διηγουμένου, ὡς ἡ μὲν εὐσχήμων καὶ εὐπαγὴς καὶ εὔχρους καὶ εὔχαρις καὶ ὁμολογοῦσα ἑαυτῇ διὰ πάντων ἀκριβῶς ἐκ θεῶν ἥκουσα ἐπὶ γῆν, ἡ δ ἑτέρα θεαμάτων πάντων πικρότατον, τὴν μὲν κεφαλὴν ὑπτία, τὰ δὲ χείλη πελιδνὴ, τοὺς δὲ ὀφθαλμοὺς ἀπεστραμμένη, διεφθαρμένη, ἐξῳδηκυῖα, δάκρυσι νεορράντοις ἀεὶ συνεχομένη, τὼ χεῖρε ἀκρατὴς, τὸ ξίφος εἴσω πρὸς τὸ στῆθος φέρουσα, ἐπὶ λεπτῶν τῶν ποδῶν καὶ σκολιῶν αἰωρουμένη, περὶ δὲ αὐτὴν ὥσπερ δίκτυον ἐν κύκλῳ ζόφος καὶ σκότος, ὑφ ὧν τὰ πολλὰ μνήμασιν ἀνθ ἱερῶν ἐνδιαιτᾶται. πρὸς ταῦτα χρὴ βλέποντας οὕτω τὴν αἱρ´εσιν ποιεῖσθαι, δοκιμάζοντας ἐπὶ σχολῆς ὁποτέρᾳ βέλτιον συνεῖναι. καὶ μὴν ἅπασι μὲν ἀνθρώποις τοῦ παντὸς ἄξιον σπουδάζειν ὑπὲρ τῆς ὁμονοίας: ὅσῳ δὲ ὑμῖν μάλιστα τῶν ἄλλων οὐ πολλοῦ λόγου δεῖξαι, οἳ τὸ μὲν ἀρχαῖον ἐστὲ Δωριεῖς ἐκ Πελοποννήσου, μόνοι δὲ εἰς τοῦτον τὸν χρόνον Ἕλληνες διὰ παντὸς, Ἡρακλείδαις δὲ καὶ Ἀσκληπιάδαις ἀρχηγέταις καὶ βασιλεῦσι κέχρησθε. πρὸς δὲ τούτοις ἡ πόλις ὑμῶν καλλίστη τῶν Ἑλληνίδων διὰ πάσης τῆς κατασκευῆς. καίτοι δεινὸν τῶν μὲν σωμάτων τῶν καλῶν καὶ τοῖς ἀλλοτρίοις πλείω τὴν πρόνοιαν εἶναι, ὑμᾶς δὲ τῶν ὑμετέρων αὐτῶν καλῶν μὴ φείδεσθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기