호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέχρι μὲν γὰρ διειστήκει τὰ τῶν Ἑλλήνων, εἰκὸς ἦν συνοίσειν καὶ τοὺς μὲν ταῦτα, τοὺς δὲ ἐκεῖνα ὑμῶν αἱρεῖσθαι. νῦν δὲ τίς ἢ στάσεως ἀφορμὴ, ἢ ῥᾳστώνης οὐκ ἐξουσία· οὐ κοινὴ μὲν ἅπασα γῆ, βασιλεὺς δὲ εἷς, νόμοι δὲ κοινοὶ πᾶσι, πολιτεύεσθαι δὲ καὶ σιωπᾶν καὶ ἀπαίρειν καὶ μένειν ἄδεια ὁπόσην τις βούλεται· τί οὖν δεῖ κακῶν ἐπεισάκτων, ἢ μανίας τοῖς πᾶσι περιττῆς· ἀλλὰ γὰρ οὐχ ὡς ἔσχατον ἡ στάσις τῶν κακῶν δεῖξαι χαλεπώτατον, ἀλλ ὅπως αὐτῆς ἀπαλλάξεσθε, τοῦτ ἴσως ἔργον εὑρεῖν. οὐ γὰρ ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν μοι δοκεῖτε τοσοῦτον, ὅσον, εἰ οἱό῀ν τε εἰπεῖν, ἀπονοίᾳ τινὶ καὶ τῶν διαφορῶν ἑκόντες ἡττώμενοι. λέγω δὴ κεφάλαιον, πρῶτον μὲν ὀργὴν ἅπασαν ἀπελθεῖν ἐκποδὼν ὡσπερεὶ πολιορκίαν, τὰ ἑαυτῆς ἔχουσαν: ὡς οὐ τῷ θυμῷ κάλλιστα τὰ πράγματα κρίνεται. ἔπειτα φθόνον καὶ πλεονεξίαν ἑκατέρωθεν περιελεῖν: φθόνον μὲν λέγω τῶν ἐλαττόνων τοῖς μείζοσι, πλεονεξίαν δὲ εἰς τοὺς ἥττους τῶν μειζόνων: συνελόντι δ εἰπεῖν οἰκίας σχῆμα καὶ τύπον μιμήσασθαι. τί δὴ τοῦτ ἐστίν· εἰσὶν ἄρχοντες ἐν οἰκίᾳ, πατέρες παίδων καὶ δούλων δεσπόται. πῶς οὖν οὗτοι καλῶς οἰκοῦσιν· ὅταν οἱ μὲν ἄρχοντες μὴ πάντ ἐξεῖναι νομίζωσιν ἑαυτοῖς, ἀλλ ἑκόντες ὑφαιρῶσι τῆς ἐξουσίας, οἱ δ ὅ τι ἂν δοκῇ τοῖς κρείττοσιν ὡς ἐξὸν δέχωνται. ἄνευ δὲ ταύτης τῆς ἑκατέρωθεν εὐγνωμοσύνης οὐ ῥᾴδιον εὑρεῖν οἰκίαν ἥτις σωθήσεται. τοῦτο τοίνυν καὶ ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα ἀγαγεῖν ἔμοιγε δοκεῖ νῦν, λογιζομένους τοὺς μὲν ἀξιοῦντας εἶναι κρείττους ὅ τι ἂν τοὺς ἥττους ἑκόντες διαφθείρωσι τῇ σφετέρᾳ λυμαίνονται φιλοτιμίᾳ. τὸ γὰρ εἶναι τοὺς ἥττους κέρδος τοῖς κρείττοσιν, εἴπερ ἕξουσιν ὧν ἔσονται κρείττους δεικνύναι, τοὺς δὲ ἀπολειπομένους ἢ ταῖς οὐσίαις ἢ κατὰ τὴν ἄλλην τύχην, ὅτι τοῖς μείζοσιν, ἐὰν ἐπηρεάζωσι, τῇ σφετέρᾳ λυμαίνονται σωτηρίᾳ πολὺ μᾶλλον ἢ εἰ τὸ τεῖχος ἑκόντες καθῄρουν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기