- 텍스트

Aristides, Aelius, Orationes, Ῥοδιακός? 14:

(아리스티데스, 아일리오스, 연설, Ῥοδιακός 14:)

ὧν ἀξίους εἶναι δεῖ, λογιζομένους, εἰ καὶ παράδοξον εἰπεῖν τὴν πρώτην, ὅτι καὶ ῥᾷον ὑμῖν ἐστιν ἤπερ ἐκείνοις τότε ἔχειν ὅσα χρὴ τελέσασθαι. ἕτερον δὲ καὶ τὸ πᾶν, μηδὲ νῦν ἀπογνῶναί πω τὰ παρόντα μηδ ἀπειπεῖν, παραδείγματι τῷ τῶν προγόνων χρωμένους, ὅτι κἀκεῖνοι γνώμην ἣν δεῖ λαβόντες οὖσαν ἐξ οὐκ οὔσης ἀπέφηναν τὴν πόλιν καὶ μεγάλην τε ἐξ οὐδεμιᾶς καὶ θαυμαστὴν ἐξ ἀφανοῦς τὴν πρώτην. οὐ γὰρ ἀποστόλους πέμπειν οὐδὲ ἐξόδους ἐξιέναι δεῖ νῦν, οὐδ ἐναντία θεμένους τὰ ὅπλα τοῖς ἰσχύουσι κινδυνεύειν, οὐδ ἐκλείποντας τὴν πατρίδα ἄλλοτε ἀλλαχοῖ φέρεσθαι τῆς θαλάττης, χειμῶσι καὶ ἐχθροῖς τοῖς μὲν οὖσι, τοῖς δ ἐσομένοις ὑποκειμένους, ἀλλ οἴκοι μένοντας καὶ τὴν ὑμετέραν αὐτῶν καρπουμένους σωφρονεῖν. οὐ γὰρ καὶ ἡ νῆσος ἔδυ κατὰ τῆς θαλάττης, ὥστε μὴ εἶναι Ῥοδίων τοῖς λοιποῖς οὗ στῶσι. τοῖς δ ἀβίωτον ἡγουμένοις, εἰ μὴ ἐν τοσαύτῃ καὶ τοιαύτῃ διάξουσι τῇ πατρίδι οἱᾴ πρόσθεν, ἐκεῖνο λέγω, καὶ μηδεὶς τραχυνθῇ πρὸς τὸν λόγον, ἦν χρόνος ἡνίκ οὔπω Ῥόδος ἦν ἡ πόλις αὕτη, ὡς μὲν οἱ ποιηταί φασιν, οὐδὲ ἡ νῆσος αὕτη, ἀλλ ἦν ταῦτα θάλαττα ψιλὴ ποτέ. ἀλλ ἔγωγε οὐ τοῦτο λέγω. ἀλλ ἐπὶ τῶν πρὸ Λυσάνδρου δή που χρόνων τοῦ Λακεδαιμονίων ναυάρχου σχεδὸν πάντες ἐπίστασθε ὅτι οὔπω συνῴκιστο ὑμῖν ἡ πόλις, ἀλλ ἦν τῆς νήσου μόνον τὸ ὄνομα, πόλις δὲ οὐκ ἦν πω Ῥόδος οὐδ ᾠκεῖτο ὑπ οὐδένων, ἀλλὰ τὰς παλαιὰς ᾤκουν τρεῖς, ἅσπερ καὶ Ὅμηρος κατέλεξεν, οἱ κατ ἐκείνους τοὺς χρόνους Ῥόδιοι. συνελθόντες δ ὕστερον ἀπὸ πασῶν τῶν πόλεων μίαν ταύτην οὐ πᾶσι καλοῖς ἄρα τοῖς οἰωνοῖς ᾤκισαν, ἧς τὸ μέγα καὶ θαυμαστὸν ὄνομα καὶ σχῆμα καὶ κάλλος καὶ ὅ τί τις βούλεται λέγων οὐχ ἁμαρτήσεται. δύο τοίνυν οὗτος ὁ λόγος δύναταί μοι: ἓν μὲν, ὦ ἄνδρες Ῥόδιοι, ὑποθέσθαι τοῖς λογισμοῖς ὑμᾶς ἐπ ἐκείνων εἶναι τῶν χρόνων, ἡνίκ οὔπω τὴν πόλιν εἴχετε, καὶ φέρειν μετριώτερον:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION