호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μηδ ὑμᾶς ἐκεῖνοι παραμυθῶνται πέμποντες, ἀλλ ὑμεῖς ἐκείνους, τὸ πάτριον τοῖς Δωριεῦσι σώζοντες φρόνημα, ὃ νῦν ἐν ὑμῖν μόνοις ἢ μάλιστά γε ἐδείκνυτο τῶν Ἑλλήνων. καὶ ἔγωγε εἰ μὴ λίαν παράδοξα ἐρεῖν ἔμελλον, ὑμᾶς ἂν πρέσβεις ἐκέλευσα πέμπειν πανταχοῖ τῆς Ἑλλάδος, τοὺς παραμυθησομένους ἑκάστους καὶ κελεύσοντας μὴ κατοικτείρειν ὑμᾶς, ὡς οὐ πάτριον ὀ`ν τῇ Ῥόδῳ καὶ ὑμῖν Ῥοδίοις οὖσι θρηνεῖσθαι μᾶλλον ἢ ζηλοῦσθαι: καὶ τῶν περιιόντων τούτων πρέσβεων καὶ αἰτούντων ἑτέρους ἕτερα οὐδὲν ἀτιμοτέρα τῇ πόλει κατ ἐμὴν δόξαν αὕτη ἦν ἡ πρεσβεία. ἀναγκαῖα μὲν γὰρ καὶ ταῦτα οἶμαι καὶ χρείαν ἔχοντα - τίς δ ἂν ἐπιτιμήσειε· - πέμπειν ἑτέρους ἑτέρωσε ἐπαγγέλλειν, ὥσπερ πολίταις ἅπασι τοῖς Ἕλλησιν εἰσφορὰς κοινὰς ἐπιτάττοντας: καί μοι ταῦτα συνδοκεῖ. οὐ μὴν ἀλλὰ καὶ εἰς αὐτὰ ταῦτα τὸ σχῆμα ἐκεῖνο συντελοῦν ἦν. τίς γὰρ οὐκ ἂν ἐθαύμασε· τίς δ οὐκ ἂν ἐπήρκεσε· τίς δ οὐκ ἂν αὐτὸς αὑτῷ χαρίζεσθαι μᾶλλον ἢ ὑμῖν εἶναι τὸ τοιοῦτον ἐνόμισεν· ἀλλ εἰ μὴ περιπέμπειν ταύτην τὴν πρεσβείαν ἔνεστι μηδ ἐγχωρεῖ, πρὸς ὑμᾶς αὐτοὺς χρὴ ταῦτα διαπρεσβεύσασθαι, ἵνα καὶ τὸ τρίτον ἀποδῶτε οἷς ἀρτίως εἶπον δυοῖν, καὶ μὴ οὗ μάλιστα δεῖ μόνον ἐλλίπητε. μέγιστοι τῶν Ἑλλήνων μέγιστα ἐπλήγητε: ἄριστα ἐνεγκεῖν ταῦτα δεῖ, ἵνα πανταχοῦ τῶν μεγίστων τετυχηκυῖα ἡ πόλις φαίνηται καὶ ἐξ ἀρχῆς εἰς τέλος παραπλησίως ᾖ πράττουσα, καὶ δύο τοῖς ἄκροις προσήκουσιν ὑμῖν ἓν τὸ μέσον συγκαταληφθῇ καὶ τὰ νῦν δοκοῦντα εἶναι δεινὰ καὶ ἀνήκεστα, ὑπὲρ ὑμῶν γένηται. ὅσῳ γὰρ ἂν κρείττους αὐτῶν φανῆτε, τοσούτῳ πλέον εὐδοκιμήσετε. φασὶ δὲ καὶ οἱ ποιηταὶ περὶ τῶν ἡρώων ὡς ἄρα οἷς μὲν αὐτῶν ἀνέμιξε τὸν βίον ὁ θεὸς, ἀγαθῶν καὶ κακῶν μοῖραν ἐναλλάξας, τούτοις μὲν εὐκλήροις ἀπέδωκεν εἶναι, οἷς δ ἂν τὴν τῶν κακῶν καθάπαξ δῷ, τελέως ἀπέκναισεν. ὡς τήν γε τῶν ἀγαθῶν διηνεκῆ [διὰ τέλους] κτῆσιν οὐκ οὖσαν ἀνθρώποις, ἀλλ ὄντας διπλοῦς τοὺς βίους τῶν ἀνθρώπων, τοὺς μὲν ὅλως ἐν κακοῖς, τοὺς δ ἀναμίξ. ὑμᾶς τοίνυν τῆς τῶν ἀγαθῶν μοίρας πρῶτον ἠξίωσε καὶ ἐπὶ πλεῖστον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기