호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀρθῶς ἔχειν νομίσαντας, ὅτι τὰ μὲν γεγονότα οὐκέτ ἂν ἄλλως ἔχοι, οὐδ εἰ πάντα μὲν αἰτιώμενοι καὶ κακίζοντες τὴν τύχην λέγοιτε, πάντα δὲ ὑμᾶς αὐτοὺς τρόπον ἀθυμίᾳ διαφθείροιτε: τὸ δὲ ταῦτα εἰς ὅσον ἐστὶ καλῶς ἐνεγκεῖν κέρδος οὐ μικρὸν ὡς ἐν τοιούτοις. ἐστὲ δὲ οὐκ ἀτυχημάτων ἐνδεεῖς, ὥστε προστιθέναι τούτοις, ἀλλ ἀφαιροῦντες μᾶλλον τῶν συμβεβηκότων καὶ τῆς ἐγχωρούσης ἀεὶ ποριζόμενοι ῥᾳστώνης ἀφορμὰς εὖ φρονοῖτ ἂν καὶ ποιοῖτε ἃ δεῖ. εἰδέναι τε χρὴ Ῥοδίους ὄντας ἔτι ὁπόσοι ποτὲ καὶ λέλειφθε, καὶ τοῦτο τὸ σεμνὸν καὶ τίμιον εἰς Ἕλληνας καὶ βαρβάρους ὄνομα προσαφῃρημένην ὑμᾶς τὴν τύχην, οὗ δεῖ φρονοῦντας ἄξια φαίνεσθαι. καιρὸς δὲ νῦν εἴπερ ποτὲ, ὦ ἄνδρες Ῥόδιοι, σῶσαι μὲν ὑμᾶς αὐτοὺς ἐκ τῶν περιεστηκότων, βοηθῆσαι δὲ τῷ γένει τῆς νήσου, στῆναι δὲ πρὸς τὴν τύχην λαμπρῶς, ἐνθυμηθέντας ὑμῶν τὸν τοῦ πολίτου κυβερνήτου λόγον, ὃς ἔφη χειμαζομένης αὐτῷ τῆς νεὼς καὶ καταδύσεσθαι προσδοκῶν τοῦτο δὴ τὸ θρυλούμενον, ἀλλ ὦ Ποτειδὰν, ἴσθι ὅτι ὀρθὰν τὰν ναῦν καταδύσω: ὡς οὐδὲν ἂν πράξας ἀγεννὲς οὐδὲ ταπεινὸν οὐδὲν τοῖς παροῦσιν, ἀλλὰ πάντα ἂν τὰ αὑτοῦ πληρώσας πρότερον ἢ κακῶς ἀπολούμενος: ὡς τοῦ μὲν ἀπολέσθαι καὶ καταδῦναι τὴν ναῦν τὴν τύχην κυρίαν οὖσαν ἀεὶ, τοῦ δὲ ἃ χρὴ πρᾶξαι πρὸ τούτου οὐκέτ ἐν ἄλλῳ τὴν ἀπαίτησιν, ἀλλ αὐτὸν αὑτῷ τινα τοῦτο ὀφείλοντα, καὶ οὗ μόνου κύριός ἐστιν, οὐχὶ δέον προλιπεῖν ἔτι ζῶντα. ὑμεῖς τοίνυν μὴ πεπτωκυῖαν τὴν πόλιν ἔτι μᾶλλον ἐπικαταβάλητε, ταπεινότητα τῷ καιρῷ προσθέντες, ἀλλ ἐπειδήπερ προκατέδυ πληγεῖσα, ὑμεῖς οἱ λοιποὶ μένετε ἐν ὑμῶν αὐτῶν. καὶ γὰρ αἰσχρὸν καὶ οἴκοθεν ἔστ ἔχον τὸ ἔγκλημα, ἑνὸς ἀνδρὸς ἀγεννεστέραν φανῆναι τὴν πόλιν ὑμᾶς τουτουσὶ καὶ μὴ δεῖξαι τοῦθ ὅτι καὶ δυστυχοῦντες ἴστε ὑμᾶς αὐτούς. οὕτω καὶ παρ ἀξίαν ταῦτα πεπονθέναι δόξετε. καλὸν γὰρ οἶμαι κἀν τοῖς ὅπλοις νικᾶν, καὶ ναυμαχοῦντας τρόπαια ἱστάναι ἔχει φιλοτιμίαν καὶ τῆς ἐπὶ τοῖς τοιούτοις σπουδῆς οὐκ ἄξιον τοὺς ἀγαθοὺς ἄνδρας ἐξίστασθαι, ὧν καὶ οἱ ὑμέτεροί ποτε ὄντες πρόγονοι μεγάλην εἰκότως καὶ θαυμαστὴν δικαίως δόξαν ἐκτήσαντο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기