호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς δ εἰπεῖν, ἓν ἀπῆν τῶν ἀρχαίων, τὸ ναυμαχεῖν: ἡ δ ἄλλη πᾶσα πόλις καθαρὰ καθαρῶς ἐσώζετο: καὶ μόνον εἶπες ἂν αὐτὴν παρακεχωρηκέναι τῆς ἡγεμονίας, νοῦν ἔχουσαν, αὐτὴν δ εἶναι τὴν ποτὲ οὐκ ὄνομα ἄλλως, ἀλλ αὐτὴν ἥπερ ἦν. νῦν δὲ οἴχεται μὲν κάλλη λιμένων, πέπτωκε δὲ στεφάνων ὁ κάλλιστος, ἱερὰ δὲ ἀγαλμάτων ἔρημα καὶ βωμοὶ θυσιῶν, κενοὶ δὲ δρόμοι καὶ θέατρα ἀνδρῶν: οἱ δὲ νεώσοικοι ποῦ γῆς ἢ θαλάττης ἐγένοντο οὐδ ἂν εἷς εἰκάσειε τῶν οὐκ εἰδότων πρόσθεν: ὁ δ εἰκόνων ἀμφοτέρων ἀμύθητος ἀριθμὸς ὁμοῦ ταῖς πέτραις καὶ τοῖς λειψάνοις τῶν διαφθαρέντων σωμάτων ἀναπέφυρται καὶ διέσπαρται: οἴχεται δ ἐλέφας καὶ χρυσὸς τῆς τέχνης δεύτερος: οἱ δ ἀνέχοντες τὰ λάφυρα ἑκασταχοῦ τοῖχοι τῷ κόσμῳ συναπολώλασιν: ὅσα δ ἦν ξίφη καὶ δόρατα τῶν λαφύρων, ταῦτα ἀπὸ μὲν τῶν πολεμίων δεῦρο ἐκομίσθη, ἐν δὲ τοῖς κακοῖς ἐνταῦθα προσλελύμανται τοὺς παραπίπτοντας, ὡς ἂν μάλιστα λάβοι συμφορᾶς περιουσίαν. ἡ πόλις δὲ ἐν σκοπέλου μοίρᾳ λέλειπται, παρὰ τοσοῦτον οὐκ ἰσόπεδος, ὅσον οἱ τὴν μνήμην τοῦ πάθους ἀνακινοῦντες ἀνίσχουσι λίθοι. τοσοῦτον δ ὑπερβέβληκεν ἡ ταύτης συμφορὰ πάνθ ὅσα Ἑλληνικὰ ἀκοῇ παρειλήφαμεν, ὥσθ ὧν μὲν ἀρτίως ἐμεμνήμην, αὐτά γε δή που ταῦτα, βασίλεια δυναστῶν καὶ θάλαμοί τινες δείκνυνται, καί τινα καὶ τῶν πόλεων ἔτι λείπεται μέρη, καὶ φαίης ἂν ἐλάττους ἐκ μειζόνων αὐτὰς γεγονέναι: ἐνταυθοῖ δὲ οὐδ ὅσον τὸν περιάξοντα ἐνοικῆσαι λείπεται. κἀκεῖ μὲν ἂν μνῆμα καὶ τρόπαιον ἴδοις, ἐνταυθοῖ δὲ οὐδὲ τάφος μεμένηκεν ἀθῶος τῆς ἐπηρείας, ἀλλὰ καὶ ἔξω καὶ ἔνδον ὁμοίως πέπραγεν ἡ πόλις, καὶ γέγονεν ἀντὶ μνήματος αὐτὴ τοῖς πολίταις. ἀντὶ δὲ τοῦ προσπλέοντας καὶ πελαγίους καθορᾶν τὴν πόλιν ἐπιβάντας δεῖ ζητεῖν τί ἕκαστον ἦν, ὄρος ἀώρον βλέποντας ἀντὶ πόλεως: τοσοῦτον τὸ παραλλάττον αὐτῇ παρ αὑτὴν καὶ τὰ τῶν ἄλλων ἀτυχήματα συμβέβηκεν. ὥστε συγγνώμη πᾶν καὶ λέγουσι καὶ ποιοῦσιν ὑμῖν. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων φέρειν χρὴ, τὸν παλαιὸν λόγον:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기