- 텍스트

Aristides, Aelius, Orationes, Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν? 4:

(아리스티데스, 아일리오스, 연설, Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν 4:)

ἔτι δ ὡς αὐτοὶ τοῦτο μάλιστα ἐπὶ ταῖς εὐχαῖς σπουδάζομεν. ἃ δὲ ποιήσαντας ἢ παθόντας οὐ θέμις εἴσω περιρραντηρίων παριέναι, ταῦτ ἐν μέσοις ἱεροῖς ᾄδομεν, καὶ θύειν μὲν ἃ μὴ χρὴ δυσσεβὲς ἡγούμεθα, τιμᾶν δὲ οἷς οὐ χρὴ τοὺς θεοὺς εὐσεβείας μέρει προστίθεμεν, καὶ τὴν εὐσχημοσύνην ἐπὶ μὲν τῶν ἄλλων τιμῶμεν, τῶν δ αἰσχρῶν ῥᾳδίως μὲν πάντα σχήματα ὁρῶμεν, ῥᾳδίως δὲ πάσας φωνὰς ἀποδεχόμεθα. καίτοι τίν ἔχει λόγον ἡγεῖσθαι μὲν κάλλιστον ἁπάντων τὴν εὐφημίαν καὶ μάλιστα πρέπειν ἱεροῖς, ἄδειαν δ εἶναι τοῖς ἐθέλουσι βλασφημεῖν· καὶ θύοντας μὲν οὕτω κοσμίους εἶναι, οἷς δὲ τὰς θυσίας ποιοῦμεν θεοῖς, ἐπὶ τῇ τούτων προφάσει τὰ αἴσχιστα ἀκούειν καὶ λέγειν, καὶ τοὺς αὐτοὺς ἅμα μὲν δυσχεραίνειν ταῖς κακηγορίαις, ἅμα δ ὧν κακῶς ἀλλήλους ἀγορεύομεν προστάτας ποιεῖσθαι· καὶ μὴν εἰ μὲν φίλον αὐτὸ νομίζομεν τοῖς θεοῖς, τἀναντία ἡμῖν αὐτοῖς γιγνώσκομεν, φυλαττόμενοι ταυτὸν τοῦτο, ὁπόταν προσίωμεν τοῖς θεοῖς, εἰ δ ἐχθρὸν ἡγούμενοι χαίρομεν αὐτῷ, πῶς εὐσεβῶς διακείμεθα· ἢ πῶς διὰ τούτων τιμῶμεν τοὺς θεοὺς, ἃ τῶν θεῶν χάριν εἰκὸς ἦν φεύγειν· θαυμαστὸν δέ μοι φαίνεται, εἰ τὰς μὲν τῶν ὀρνίθων φωνὰς ὡς αἰσιωτάτας ἀξιοῦμεν ἡμῖν γίγνεσθαι, κἂν ἐπὶ τῆς ἐρημίας ὄντες, ἢ οὗ τύχοιμεν, τὰς δὲ παρ ἡμῶν αὐτῶν οὐδ ἐπὶ τῶν θεάτρων φυλαξόμεθα μὴ οὐ δυσχερεῖς εἶναι. καὶ τοῖς μὲν τῆς Κληδόνος βωμοῖς προσιόντες βουλοίμεθ ἂν ὡς εὐφημότατ ἀκούειν, οὕτως ἰσχυρόν τι τὸ τῆς θεοῦ ταύτης ἡγούμεθα: ἃ δὲ μηδαμῶς ἀνέχεσθαι χρῆν, ταῦτα ταῖς ἑορταῖς ἀποδώσομεν: καὶ τοὺς μὲν παῖδας κελεύομεν εὐστομεῖν, κἀν τοῖς διδασκαλείοις καὶ κατ οἰκίαν προδιδάσκοντες ὡς ἃ ποιεῖν αἰσχρὸν οὐδὲ λέγειν καλὸν, πάλιν δὲ εἰς ταυτὸν ἀθροίσαντες παῖδας καὶ γυναῖκας καὶ πᾶσαν ἡλικίαν κακηγορίας ἆθλα τίθεμεν, καὶ τοῖς ἄριστα ἐκμελετήσασιν ὅπως εἰς κέρδος ἔσται παρασκευάζομεν.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION