호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δ ἂν διαστήσας τὰς πόλεις καὶ φανεροὺς ἐπιδείξας ὑμᾶς ἐκ τοῦ φανεροῦ διιέντας, ἐπ αὐτοὺς ὑμᾶς τρέπηται προτέρους, ποῦ τὸ καθ ὑμᾶς θήσετε· εἰ μὲν τοίνυν τοῖς ἴσοις ὑμᾶς ἀμυνούμεθα, οὐ βοηθήσομεν, εἰ δ οὐδὲν μᾶλλον μνησικακήσομεν, πῶς οὐκ εἰς ἔσχατον αἰσχύνης ἀφίξεσθε· εἰε῀ν. διεῖναι μὲν δὴ διὰ ταῦτα οὐκ ἔστιν ἁπλῶς, λοιπὸν δ ἐστὶ συνεισβαλεῖν καὶ κινδυνεύειν, εἴπερ ἐκεῖνος ὑμῖν ἢ ὑμεῖς ἐκείνῳ πιστεύειν μέλλετε. σκοπεῖτε δὴ πότερον βελτίους ἂν εἰήτε ὑπὲρ τῆς δουλείας τῆς ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων Ἑλλήνων κινδυνεύοντες, ἢ παρόντος τοῦ κινδυνεύειν ὑπὲρ τῆς ἐλευθερίας τῆς θ ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων τούτῳ χρώμενοι. ἡγοῦμαι δ εἰ μὲν συνεισβάλοιτε, πλείους ἐλπίδας ὑμῖν εἶναι κρατηθεῖσιν ἐλευθέροις γενέσθαι ἢ νικῶσιν. ἡμεῖς μὲν γὰρ ἐγκλήματα πολλοῖς ἤδη παρήκαμεν, Φίλιππος δ ὧνπερ φίλος, τῶν αὐτῶν καὶ δεσπότης ἐστί. καὶ μὴν καὶ τὴν συμμαχίαν πρὸς μὲν ἡμᾶς ἐν τῇ ἴσῃ δή που καὶ ὁμοίᾳ ποιήσεσθε ὥσπερ ἀεί: Φιλίππῳ δ ἀκολουθεῖν ἀνάγκη. τοῦτο δὲ ὅσον διαφέρει γνῶτε. εἰ μὲν γὰρ ἡμεῖς πέμψαντες, μὴ γένοιτο δὲ οὐδ ἔσται, τοσοῦτον εἴποιμεν πρὸς Φίλιππον, ὅτι ἀκολουθεῖν ἐγνώκαμεν αὐτῷ καὶ ὑπηρετεῖν ὅ τι ἂν παραγγέλλῃ, ἔσθ ὑπὲρ οὗ λοιπὸν ἡμῖν ἀξιώσει πολεμεῖν· οὐδ ἂν εἷς εἴποι. οὐκοῦν οὐ μικρόν τι μέρος προΐεσθε, ἀλλὰ τοσούτῳ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε, ὥσθ ἡμῖν μὲν, εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀγωνίσασθαι περὶ τῆς ἐλευθερίας λείπεται, ὑμᾶς δὲ δεῖ πρότερον δουλεύειν συγκεχωρηκέναι, πρὶν παρατάξασθαι πρὸς ἡμᾶς. εἶθ ὃ τοῦ πολεμοῦντας ἁμαρτεῖν ἐστι πέρας, τοῦτ ἐξ ἀρχῆς ὑμῖν αὐτοῖς ἀναθήσετε, καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς τῆς προδοσίας ἀδοξίας ἀναμίξετε· μηδαμῶς: ἀλλ ἐνθυμηθέντες παρ ὑμῖν αὐτοῖς ὅτι Φίλιππον μὲν αἱρούμενοι, βάρβαρον ἄνθρωπον καὶ φύσει κεχωρισμένον αἱρεῖσθε, κἂν διαρραγῇ τὰ Πύθια ἐξορχούμενος, καὶ πρὸς τούτοις τύραννον καὶ ἀλάστορα τῆς Ἑλλάδος καὶ νῦν ἐφ ὑμᾶς ἥκοντα, ἡμᾶς δ οἰκειούμενοι πρῶτον μὲν Ἕλληνας καὶ ὁμοφύλους, ἔπειτ ἀστυγείτονας καὶ συνήθεις ἐκ παλαιοῦ καὶ νῦν ὑπὲρ ὑμῶν πεφοβημένους οἰκειοῦσθε, χρήσασθε τῷ καιρῷ, σκεψάμενοι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τὸ τῆς πρεσβείας ἑκατέρας σχῆμα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기