- 텍스트

Aristides, Aelius, Orationes, Συμμαχικὸς α#? 9:

(아리스티데스, 아일리오스, 연설, Συμμαχικὸς α# 9:)

πρὸς μὲν οὖν τὴν πρεσβείαν, οἶμαι, τὴν παρ ἐκείνου πρέσβεων ἡμετέρων ἔδει, τῷ δὲ στρατεύματι στράτευμα ἀντιπροσέρχεται. εἰ δέ τις ἡγεῖται παράδοξον ἡμᾶς ὑπὲρ ὑμῶν πεφοβημένους ἥκειν, ἐνθυμείσθω κἀκεῖνο, ὡς παράδοξον Φίλιππον ἐφ ἡμᾶς ὑπὲρ τῶν ὑμετέρων ἐγκλημάτων ἔρχεσθαι. μὴ τοίνυν δυοῖν παραδόξοιν ὃ μέν ἐστι καθ ὑμῶν ἰσχυρὸν ποιήσητε, ὃ δ εἰς σωτηρίαν ὑπάρχει διαφθείρητε. ἡμεῖς δὲ πῶς οὐκ ἐμέλλομεν αἰσχυνεῖσθαι, εἰ Βυζαντίους μὲν πρώην ἀφειλόμεθα κινδύνου καὶ Περινθίους καὶ Χερρονησίτας, ἔτι δ Εὐβοέας καὶ Χαλκιδέας, τό γ ἐφ ἡμῖν, ἔχοντες εἰπεῖν περὶ πάντων τούτων ὡς οὐ κάλλισθ ἡμᾶς ἐδεδράκεσαν, ὑμᾶς δὲ ψυχρῶν ἂν ἕνεκ ἐγκλημάτων περιίδοιμεν πᾶσι τοῖς οὖσι κινδυνεύοντας: ὧν τίς συνηθέστερος ἡμῖν ἐν ἅπασι τοῖς Ἕλλησι· θαυμάζω δὲ Πύθωνος, εἰ τῶν μὲν δυσχερῶν ὑμᾶς ἀξιοίη μνημονεύειν ἃ παρ ἀμφοτέρων ἀκουσίως γεγένηται, τῶν δ εἰς οἰκειότητα καὶ πίστιν φερόντων ἐκ τοῦ παντὸς χρόνου τοσούτων τὸ πλῆθος οὐχὶ νομίζει ποιήσεσθαι λόγον, καὶ ταῦτα πάντων ἀνθρώπων συνειδότων ὡς ἐν καλῷ γεγόνασιν ἀλλήλαις ἐπὶ τῶν χρειῶν αἱ πόλεις. ὡς μὲν οὖν Οἰδίπουν ἐδεξάμεθ ἡμεῖς καὶ ὡς Διόνυσος παρ ὑμῶν ὁρμηθεὶς Ἰκαρίῳ συγγίγνεται, καὶ τὴν δωρεὰν ἣν ἔδωκε, καὶ ὡς Ἡρακλῆς ἐμυήθη ξένων πρῶτος, καὶ ὡς πρῶτοι νεὼν ἱδρυσάμεθ αὐτῷ, καὶ τῶν παίδων ὡς προὔστημεν, καὶ πάνθ ὅσα τοιαῦτα, ἐάσομεν: ἀλλ ὧν ἔτι ζῶσιν οἱ μάρτυρες, τοῦτο μὲν ἡμεῖς ὅτ ἠτύχησεν ὁ δῆμος, ὡς δεῦρ ἐλθόντες πατρίδα τὰς Θήβας εἴχομεν, καὶ Λακεδαιμονίων μετὰ τοῦτο κελευόντων ὑμᾶς συνεμβάλλειν εἰς τὴν Ἀττικὴν ἅπαντες ἀπεψηφίσασθε, τοῦτο δ ὑμεῖς, ἡνίκ αὖθις ἐφ ὑμᾶς ἐβάδιζον Λακεδαιμόνιοι, τοσοῦτον ἀπέσχομεν τοῦ στρατεῦσαι μετ ἐκείνων, ὥστ ἀτειχίστου τῆς πόλεως οὔσης ἐκστρατευσάμενοι καὶ μάχῃ νικήσαντες μεθ ὑμῶν ἠλευθερώσαμεν τὴν Βοιωτίαν, ἀνάγκῃ μὲν οὐδεμιᾶς συμμαχίας, γνώμῃ δ ὑμᾶς εὖ ποιεῖν ἑλόμενοι.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION