호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ μὴν πρός γε τὰς αἰτίας καὶ τὰς διαβολὰς, αἷς ἐχρήσαντο καθ ἡμῶν οἱ πρέσβεις, ἐνθυμεῖσθ ὅτι πρῶτον μὲν ἑαυτοῖς περιπίπτουσιν, εἰ τἀληθῆ λέγουσιν. - οὕτω γὰρ καὶ λέγειν ἄξιον περὶ αὐτῶν - ἀλλὰ νομίζειν τοὺς μὲν τῶν Ἑλλήνων πρὸς ἀλλήλους πολέμους καὶ τὰ ἐγκλήματα ταῖς στάσεσι προσεοικέναι, καὶ δεῖν μάλιστα μὲν, εἰ οἱό῀ν τε, σκοπεῖν ὅπως μὴ συμβήσεται, εἰ δ ἄρα, τὴν ταχίστην ἀπαλλάττεσθαι, τὸν δὲ πρὸς τοὺς βαρβάρους καὶ πάλαι κακόνους πόλεμον φύσει προσειρῆσθαι, καὶ μὴ καιρῶν εἶναι ταῦτα νοσήματα καὶ φορὰν, ἀλλ ἀθανάτους ἑστάναι τούτων τοὺς ὁρ´ους, ὥσπερ ὅταν τῳ χρέος ὀφείληται. εἰ γὰρ ἡμεῖς ἀλλήλων ἔχομέν τι κατηγορῆσαι, ἡμῶν ταῦτ ἂν εἰή πρὸς ἀλλήλους διαφορὰ, ἀλλ οὐ τοῦ μηδὲν μετέχοντος τῶν ἐγκλημάτων. ὥστ οὐκ ἐκεῖνον πέμπειν ὡς ὑμᾶς παροξυνοῦντα προσῆκεν, ἀλλ ὑμᾶς εἴπερ ᾤεσθε δεῖν μνησικακεῖν, κἀκεῖνον καὶ πάντας ὅσους ἠδύνασθ ἐφ ἡμᾶς καλεῖν. ὅτε δ αὐτοὶ καθ ὑμᾶς αὐτοὺς σωφρονεῖν ἐπίστασθε, πῶς ἐκείνῳ γε ταράττοντι προσέξετε· εἰ μὴ τοῦτό τις εἴποι, ὡς ὑπὲρ μὲν ὑμῶν αὐτῶν πράως οἴσετε, ὑπὲρ δ ἐκείνου μνησικακήσετε, καὶ ταῦτ ἐν οἷς ὑμεῖς, οὐκ ἐκεῖνος, ὕβρισθε, εἴ γε δεῖ τι τούτων εἰπεῖν. ἔπειτα κἀκεῖνο σκοπεῖτε, ὅπως μὴ ἅμα θ ὑμεῖς ὀργιζόμενοι φανήσεσθε καὶ τὴν δίκην παρ ὑμῶν αὐτῶν εἰληφότες, καὶ τοσούτῳ χείρους ἡμῶν περὶ ὑμᾶς αὐτοὺς γεγενημένοι, ὥσθ ἡμεῖς μὲν ἥκομεν συσσώζειν ὑμῖν ὄντες ἕτοιμοι τὰ πράγματα, ὑμεῖς δὲ - τί δ ἄν τις λέγοι τὸ βλάσφημον· καὶ γὰρ εἰ μὲν τούτων ἕνεκα ὅσα πώποθ ὑμεῖς ἐμέμψασθε καὶ δι ἅ φασι δεῖν ὑμᾶς ἀγανακτεῖν ὁ Φίλιππος ἐπέρχεται, δῶμέν τι λέγειν τούτοις: εἰ δ ὑπὸ τοῦ μὴ δύνασθαι κατέχειν ἑαυτὸν, δειξάτω Πύθων, εἰ καὶ ὑμῶν αὐτῶν τι τοσοῦτον κατεγνώκατε, ὥστε μνησικακοῦντες ὑμῖν αὐτοῖς ὀρθῶς ἂν ἡγεῖσθαι βουλεύεσθαι. χωρὶς δὲ τούτων ἅπαντας ἂν οἶμαι συμφῆσαι τὸ μὲν ἡμᾶς ὄντας Ἕλληνας καὶ ὁμοφύλους ἐρίζειν πρὸς ἀλλήλους ὑπὲρ ἀρχῆς καὶ τάξεως ἀνεπίφθονον εἶναι καὶ τῶν νενομισμένων, τὸν δ ὅλως ἀλλότριον μηδεμιᾶς ὀργῆς μηδ ἔριδος χρῆναι προσίεσθαι, ἀλλὰ τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ δύ ἀδελφοὶ πρωτείων ἠμφισβήτουν ἐν σφίσιν αὐτοῖς, ἕν γ ἂν ἐκεῖνο ταυτὸν ἐγίγνωσκον, εἴ τις ξένος καὶ μηδὲν προσήκων ἐβιάζετο, κοιναῖς ταῖς θύραις ἀποκλείειν, οὕτως ἐπὶ τῶν Ἑλληνικῶν μηδενὶ τῶν ἔξωθεν λαβὴν εἶναι τὰ καθ ἡμᾶς αὐτοὺς ἀπόρρητα:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기