호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν οὖν, οἶμαι, καὶ νῦν ὑμῖν οἱό῀ς τ ἦν σιωπῇ προσελθεῖν, πλείστου τοῦτ ἂν ἐτιμήσατο, ἐπεὶ δ ἀναγκαῖον ἦν φανερὸν γενέσθαι διὰ τῆς Βοιωτίας βαδίζοντα, τὰ μὲν τῆς ἀνάγκης ἥττηται, τὰ δὲ τῇ φύσει χρῆται, καὶ φησὶν ἐφ ἡμᾶς ἔρχεσθαι, οὐχ ἵν ἐξείπῃ τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, ἀλλ ἵνα τὸν πρὸς ὑμᾶς ἐπικρύψηται, νομίζων οὐ μικρὸν διαφέρειν πρὸς ἀμφοτέρους, ἢ πρὸς τοὺς ἑτέρους ἀγωνίζεσθαι. ἂν δὲ δὴ καὶ τοῦτ αὐτῷ προσυπάρξῃ τὸ πρὸς οὓς ἔδει κινδυνεύειν αὐτὸν μεθ ἡμῶν ὄντας, μετὰ τούτων ἡμῖν ἐπέρχεσθαι θαυμαστὸν εἶναι τὸ εὑρ´ημα. διὰ ταῦτ ἐκεῖνο μὲν ὡμολόγηκε, τοῦτο δ ἀρνεῖται. πρὸς δὲ τούτοις ὑπελάμβανεν, εἰ μὲν ἄντικρυς ὑμῖν πολέμου νόμῳ συμπλέκοιτο, ἡμᾶς ἀφίξεσθαι καὶ διακωλύσειν, εἰ δὲ διαστήσαι τὰς πόλεις, ὑμᾶς μὲν ἕξειν πρὶν ἀντᾶραι, πρὸς δὲ ἡμᾶς παρατάξεσθαι μόνους. πράττει δὲ οὐ νῦν πρῶτον τοῦτο, ἀλλ ἐξ ἅπαντος τοῦ χρόνου καὶ διὰ πάντων πραγμάτων, ὅπως μηδέποθ αἱ πόλεις ἐν ταὐτῷ γενήσονται: ἐπεὶ καὶ τῶν περὶ Φωκέας τότε πραγμάτων προϊόντων εἰς χρόνον, προειδὼς ὅτι χρήσεσθε ἡμῖν συμμάχοις ὥσπερ εἰώθειτε, ἀμφοτέρους ἐξέκρουσεν, ἡμῖν μὲν εἰρήνην προβαλὼν, ὑμᾶς δ ὡς φίλους προσέμενος. τότε μὲν τοίνυν ἀρχαϊκῶς ἀμφότεροι καὶ φαύλως ὑπήχθημεν, νῦν δὲ φανῶμεν μὴ χείρους ἐκείνου λογίζεσθαι. ἀλλ ὅμως ἀπαιτεῖ χάριν ὑμᾶς τῆς αὑτοῦ πλεονεξίας αὐτὸς ἅπασαν ἀνῃρηκὼς τὴν χάριν. ὃς γὰρ ἀνθ ὧν τότε μικρὸν ἔδωκε, νῦν ἥκει πάνθ ἁπλῶς ὑμᾶς ἀφαιρησόμενος, τίν αὑτῷ λέλοιπε παρ ὑμῖν χάριν· ὥσπερ ἂν εἰ καὶ Φωκέας ἐπιχειροῖ χάριν ὧν πεπόνθασιν ἀπαιτεῖν. οὐ γὰρ εἰ καὶ Φωκέας ἀνεῖλε, διὰ τοῦθ ὑμῖν εὐμενῶς ἔχειν αὐτὸν ἡγεῖσθαι προσήκει, ἀλλ ὅτι καὶ Φωκέας ἀνεῖλε καθ ὑμῶν, καὶ νῦν ὑμῖν ὡς τότ ἐκείνοις βούλεται χρῆσθαι καὶ φυλάξασθαι καὶ μὴ δι ἐκεῖνα καὶ ταῦτα συγχωρεῖν, ἀλλ ἐκ τῶν νῦν τούτων κἀκεῖνα μισῆσαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기