- 텍스트

Aristides, Aelius, Orationes, Συμμαχικὸς α#? 1:

(아리스티데스, 아일리오스, 연설, Συμμαχικὸς α# 1:)

οὔτε Φιλίππου θαυμάσαι τις ἂν, ὦ ἄνδρες Θηβαῖοι, τὰ εἰωθότα πράττοντος: πολὺ γὰρ πλείους ἐξαπατῶν ἢ τοῖς ὅπλοις κεχείρωται, ὃ καὶ νῦν καθ ὑμῶν ἐλπίζων πάρεστιν: ὅ τε δῆμος ὁ τῶν Ἀθηναίων τὴν εἰωθυῖαν ἑαυτῷ καὶ πάτριον τάξιν φυλάττων ἀπέστειλεν ἡμᾶς δεῦρο, εἰ μὲν ἀγνοεῖτε, ἐν ὅτοις εἰήτε διδάξοντας, εἰ δ ἐπίστασθε, ὑφεξομένους τὴν βοήθειαν καὶ νὴ Δία δείξοντας ὁμοῦ τοῖς λόγοις. ὑμέτερον δ ἐστὶ μὴ χείρους γενέσθαι τῆς τύχης, μηδ ὅσα μὲν καθ ὑμῶν ὁ καιρὸς ἔχει συγκαταστῆσαι κύρια, ἃ δ ἀντίρροπα τούτων ὑπάρχει προεμένους ὕστερον ζητεῖν. ἓν μὲν οὖν εὖ ποιῶν ὡμολόγηκε Φίλιππος, τὰ πολλὰ ταῦτα καὶ θαυμαστὰ ἃ διεξῄεσαν ἀρτίως οἱ πρέσβεις, αὐτοῦ χάριν, οὐχ ὑμῶν εἰργάσθαι: οὐ γὰρ ἂν ἐνταῦθ ἔληγεν οὐδ ᾔτει ταῦθ ἅπερ νυνί. ὑμεῖς δ εἰ μὲν ἴσα ἀντ ἴσων ἀποδώσειν μέλλετε, οὐ νεμεσῶμεν, ἀλλ ἔστω ταυτὸν ἐκείνῳ τὸ δοκοῦν καὶ ὑμῖν δίκαιον: εἰ δ ἡ χάρις δουλεύειν ἐστὶν, οὐδέτερόν μοι δοκῶ γιγνώσκειν, οὔθ ὁποῖον τοιοῦτον ἐκεῖνος ὑμᾶς εὖ πεποίηκεν οὔθ ὅ τι τοσοῦτον μέμψασθε ὑμῖν αὐτοῖς, ὥστε τοσαύτην ἐθελοντὰς δοῦναι δίκην. σκέψασθε δ εὐθὺς ἀπ αὐτοῦ τούτου τὸ διάφορον τῆς πρεσβείας ἑκατέρας. Φίλιππος μὲν γὰρ ἀπέσταλκεν, αὑτῷ βοηθεῖν ἀξιῶν ὑμᾶς, ἡμεῖς δ ἥκομεν αὐτοὶ βοηθεῖν ὑμῖν ἐθέλοντες, ἐὰν δέχησθε. ὅτι δ οὐδὲν καινὸν οὐδ ἔξω τῶν εἰωθότων πράττομεν, ἕν τι τῶν πᾶσι γνωρίμων ἀναμνήσθητε. ὅτε γὰρ πρῶτον ἀπηλλάγητε Λακεδαιμονίων μετὰ τὴν πολλὴν ἐκείνην φιλίαν καὶ συνήθειαν, ἣν οὐχ ὑμεῖς ἐλύσατε, ἀλλ ἐκεῖνοι, ταυτὸν Φιλίππῳ διανοηθέντες περὶ ὑμῶν, τότε τῶν πάντων Ἑλλήνων οὐδεὶς, οὔθ ὅσοι τὴν Εὐρώπην οἰκοῦσι λέγω οὔθ ὅσοι τὴν Ἀσίαν, μεθ ὑμῶν ἐγένοντο πλὴν ἡμῶν τουτωνί:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION