호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἂν ἐμοὶ πεισθῆτε καὶ κατάσχητε ὑμᾶς αὐτοὺς, ἥξουσι καὶ δεύτερον πρεσβεῖαι καὶ παρὰ τούτων καὶ παρ ἐκείνων, ἥξουσιν, εὖ ἴστε, ὅταν οὕτω πάνθ ὑμῖν συντεταγμένα καὶ καθεστηκότα φαίνηται: οἶμαι δ οὐ τούτους μόνους, ἀλλὰ καὶ πολλοὺς ἄλλους σὺν θεοῖς εἰπεῖν πρεσβεύσεσθαι, τῆς ἡμετέρας φιλίας ἐπιθυμοῦντας, ἐὰν ὑπομείνητε καὶ τῇ τούτων φιλονεικίᾳ πρὸς τὴν τῆς ἡγεμονίας κατασκευὴν ἐθελήσητε ἀποχρήσασθαι. οὐ γὰρ ἐκεῖνό γέ τίς φησι δεδιέναι, μὴ συστῶσιν ἀμφότεροι καὶ ἀφέντες ἀλλήλους ἐφ ἡμᾶς τράπωνται, οὐχ ὡς εὐμενῶς ἡμῖν ἢ τούτων ἢ κείνων ἐχόντων λέγω, ἀλλ ἐπειδήπερ οὐκ ἔνεστι λόγος τῷ πράγματι. ἀντὶ τοῦ γὰρ νὴ Δία συστήσονται· ὅτι νὴ Δί οὐ συνεπεστρατεύσαμεν οὐδετέροις· οὐκοῦν ὅσῳπερ ἂν μᾶλλον ὀργίζωνται, τοσούτῳ μᾶλλον ἀμήχανόν ἐστιν αὐτοῖς συστῆναι. ὅταν γὰρ ἑκάτεροι τῷ μὴ δι ὑμῶν δεδυνῆσθαι κακῶς ποιῆσαι τοὺς ἐναντίους ἀγανακτῶσιν, πῶς αὐτούς γε ἀφήσουσιν· ἢ πῶς μετ ἀλλήλων ἔσονται, ὅταν ἑκάτεροι τοῖς ἑτέροις συνειδῶσιν ὀργιζομένοις, ἐπειδήπερ οὐκ ἔσχον ὑμᾶς συμμάχους ἐπ αὐτούς· χωρὶς δὲ τούτων οὐδ ἐν τούτῳ σχολῆς εἰε῀ν ἂν νῦν, ἀλλὰ Θηβαῖοι μὲν ἔγκεινται, νομίζοντες ἕτοιμον εἶναι σφίσι Λακεδαιμονίους ἀνελεῖν, καὶ οὐδ ἂν ἐπὶ τῇ βασιλέως ἀρχῇ τούτων τῶν ἔργων πρὸς οἷς εἰσι νῦν ἀποσταῖεν: Λακεδαιμόνιοι δ ἥδιστ ἂν τεθναῖεν ἅπαντες, εἰ λήψονται δίκην παρὰ Θηβαίων: οὕτω δι ὀργῆς αὐτοὺς ἔχουσι. καὶ θαῦμά γ οὐδὲν παρ ἀξίαν δοκοῦντας ἡττᾶσθαι χαλεπῶς ὑπὸ τῆς αἰσχύνης διακεῖσθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기