호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δὲ τὴν ἀγνωμοσύνην αὐτῶν ἐξετάζειν δεῖ, μὴ τὴν μὲν τῶν ἑτέρων ἐπιδεικνύναι, τὴν δὲ τῶν ἑτέρων ἐπικρύπτειν ἐν οἷς εὖ πεποιήκασιν, ἀλλ ἐπειδήπερ ἀμφοτέροις τὰ καὶ τὰ ὑπάρχει, δυοῖν θάτερον, ἢ ὡς εὐεργέτας ὄντας ἀμφοτέρους μηδετέρους ἀδικῶμεν, ἢ κακόνους ἀμφοτέρους κρίναντες μηδετέροις βοηθῶμεν. καὶ μὴν εἴ γε ἀμφοτέροις ἀποδοῦναι δεῖ τὴν ἀξίαν, δι ἃ μὲν ἠδικήκασιν ἡμᾶς τὸ μὴ τυχεῖν τῆς βοηθείας, ἀνθ ὧν δ εὖ πεποιήκασι τὸ μὴ κακῶς παθεῖν ἑκατέροις ὑπαρχέτω, καὶ οὕτως πρὸς ἄμφω καλῶς ὑμῖν ἐσκέψεται. ἂν δ ἐπὶ τούτους ἢ κείνους ἀποκλίνητε, οὐδετέροις δικαίως χρήσεσθε, τοὺς μὲν ὄντων ὧν ἠδικήκασιν εὖ ποιοῦντες, τοὺς δὲ ὄντων ὧν εὐεργετήκασι διαφθείραντες, παρὸν ταμιεύσασθαι τὸ δίκαιον, καὶ τοσοῦτον τῆς περὶ τοὺς ἑτέρους σπουδῆς ἀφελεῖν, ὅσον οὐ δεῖ τοὺς ἑτέρους μισοῦντας ὑπερβάλλειν. εἰ δὲ δεῖ καὶ τοῦτ εἰπεῖν, ἡγοῦμαι Θηβαίοις μὲν ἡμᾶς ὧν οὐ συνεισέβαλλον Λακεδαιμονίοις καὶ ὧν Θρασύβουλον ἐδέξαντο ἀποδεδωκέναι χάριν αὐτάρκη, Λύσανδρον ἀποκτείναντας καὶ τἄλλα ὅσα σύνιστε συμπράξαντας: Λακεδαιμονίοις δ ἀντὶ τῆς ψήφου νῦν ἀποδοῦναι δεῖν τὴν χάριν, τὸ παρὸν μετὰ Θηβαίων ἀνελεῖν αὐτοὺς μὴ ποιῆσαι τοῦτο: καὶ τοῖς μὲν τοσοῦτον ἰσχῦσαι τὴν συμμαχίαν, ὅσον μὴ τοῖς Λακεδαιμονίοις ὑμᾶς προσθέσθαι, Λακεδαιμονίοις δὲ τοσοῦτον τὴν τότε εὐγνωμοσύνην, ὅσον μὴ καὶ νῦν ὑμᾶς μετὰ Θηβαίων γενέσθαι. ἀνισοῖ δ αὐτοὺς κἀκεῖνο, ὅτι οὔτε Λακεδαιμονίοις εὔλογον βοηθεῖν, ἐπειδήπερ τὰς πίστεις παρέβησαν, οὔτε Θηβαίοις, ἐπειδήπερ ἔχουσιν ἰσχυρὰν ἤδη παρ αὐτῶν τὴν δίκην. οὔτ οὖν ἐκείνοις συνεπεμβῆναι καλὸν οὔτε τούτους κωλῦσαι δικαίως ἀγανακτοῦντας. ἐξερήσομαι δὲ τοὺς ὑπὲρ ἑκατέρων εἰρηκότας χωρὶς οὕτως. ἄνδρες, οἳ Λακεδαιμονίοις συνείπατε, τί σπουδάζετε· βούλεσθε μὴ λαβεῖν τοὺς Θηβαίους τὴν συμμαχίαν, μηδὲ παθεῖν μηδὲν ὑφ ἡμῶν ἄγνωμον τοὺς Λακεδαιμονίους·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기