호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
συναλγεῖν ἡμῖν τούτους, ἢ ἐφήδεσθαι, ἢ τί φρονεῖν· ἃ γὰρ παρὰ τούτων τότ ἂν δικαίως ἀπῃτήσατε, ταῦθ ὑμᾶς τούτοις ἔδει νῦν εἰσενεγκεῖν, ἐπειδήπερ προενέπεσον τῇ τούτων πλεονεξίᾳ βούλομαι δὲ πυθέσθαι παρὰ τῶν κατοδυρομένων τοὺς Λακεδαιμονίους, πότερον ὑπὲρ τῆς σωτηρίας αὐτῶν σπουδάζουσιν, ἢ ὑπὲρ τῆς ἡγεμονίας. εἰ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας, οὐκ ᾤμην ἔγωγε δεῖν τοῦτο φροντίζειν, ὅπως Λακεδαιμόνιοι δυναστεύσωσιν, εἰ δὲ ὑπὲρ τῆς σωτηρίας, τί ἐπείγονται· ἔνεστι γὰρ καὶ Λακεδαιμονίους καταπολεμηθῆναι καὶ τὴν Σπάρτην εἶναι, τοῦτο δὴ τὸ αἰδέσιμον αὐτοῖς: εἰ μὴ τοῦτο λέγουσιν ὡς, ἐὰν μὴ ἄρχωσι τῶν Ἑλλήνων μηδ ἅπερ βούλονται δύνωνται ποιεῖν, οὐδὲ τῆς σωτηρίας προσδέονται, ἀλλ ἀπολέσθαι μᾶλλον αἱροῦνται. εἰ δ οὕτως ἔχουσιν, οὐ σφόδρα εἰσὶ ταπεινοί: ἐπεὶ καὶ Θηβαίους ἔγωγε νομίζω σφόδρα ἂν ἀσμένως ὑμῖν ὑπακοῦσαι πρὸ αὐτῶν, ἐὰν κατειργασμένοι τὸν πόλεμον περισῶσαι τὴν πόλιν βούλησθε. ὅταν γὰρ αὐτὸ τοῦτο δι ὑμῶν ἴδωσιν αὑτοῖς γεγονὸς, τὸ ἔχειν ὅ τι ἂν βούλωνται χρήσασθαι Λακεδαιμονίοις, πῶς οὐχ ὅ τι ἂν ὑμεῖς κελεύητε αἱρήσονται, ἢ τίνα καὶ φήσουσιν ὑμῖν ἀποδώσειν χάριν τῆς συμμαχίας καὶ τῶν ἔργων, εἰ τὴν διὰ τῆς ψήφου μὴ ἀντιδώσουσι· τί δ ἂν φθάσωσιν ἀναιρεθέντες οἱ Λακεδαιμόνιοι· καὶ πῶς τοῦτο γένοιτ ἄν· εἰ πάντες νὴ Δία παρατάξαιντο. ἀλλὰ μάλιστα μὲν οὐδέποτ ἂν τοῦτο γένοιτο. οὐ γὰρ ἂν δή που τούς γε παῖδας καὶ τὰς γυναῖκας μεθ αὑτῶν ἐξαγάγοιεν. ἔπειτ ἔγωγε ἀντερήσομαι, τί οὖν ἂν οἱ Θηβαῖοι πανδημεὶ πταίσωσι, συνεστηκότων ἡμῶν τοῖς Λακεδαιμονίοις· οὐχ ὑπερβεβηκότες τὸν ὁρ´ον τῆς βοηθείας ἐσόμεθα· πότερον οὖν ἀναιρήσομεν αὐτούς· καὶ πῶς ἀνεκτόν· ἀλλὰ πάλιν μετ αὐτῶν ἐσόμεθα· καὶ τί ἔσται πέρας, ἄν γε πάλιν τοὺς Λακεδαιμονίους μειζόνως ἀμυνώμεθα· οὐ γὰρ δὴ τρυτάνην γε εἰς τὸν πόλεμον κομίσαντες ἐπὶ ταύτης τὰ πράγματα στήσομεν, ἀλλὰ δεῖ τάξιν ἐξ ἀρχῆς ἑλομένους ἀντέχεσθαι τῆς ῥοπῆς, καὶ μὴ τὸ τῶν πλεόντων μεταστρέψαι πρὸς τὸν ἐλάττω διατοιχοῦντας ἀεί. ἐπειδὴ τοίνυν τὸ μὲν μὴ εἶναι ταμιεύσασθαι τὸν πόλεμον κοινόν ἐστιν ἐπ ἀμφοῖν, δεῖ δὲ τοὺς ἑτέρους ἑλομένους μὴ καταλιπεῖν μηδὲ προδοῦναι, σκοπῶμεν ποτέρων μᾶλλον προνοηθῆναι προσήκει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기