- 텍스트

Aristides, Aelius, Orationes, Λευκτρικὸς γ# ὑπὲρ Λακεδαιμονίων δεύτερος? 9:

(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς γ# ὑπὲρ Λακεδαιμονίων δεύτερος 9:)

ἂν δὲ δὴ τοῦτο νικήσῃ πᾶσι συνδόξαν, ἑκάστους ἐκ περιτροπῆς ἡγεῖσθαι, οἱο῀ν Θηβαίους, Ἀργείους, Ἠλείους, Ἀρκάδας, ὑμᾶς, καλόν γε ὄντας Ἀθηναίους διαλαγχάνειν πρὸς τοὺς πάντας ἀνθρώπους περὶ τῆς ἡγεμονίας, καὶ ἄρχειν τῶν Ἑλλήνων ἐκ περιτροπῆς, ὥσπερ ἄλλην τινὰ μοῖραν ἢ ἔρανον διῃρημένους. καὶ πότερον βέλτιον τὸ πέμπτον μέρος μεταλαμβάνειν, ἂν οὕτω τύχῃ, τῆς προστασίας, τὰ δ ἄλλα πάντα ἀρχομένους διατελεῖν ὑφ ὧν εἶπον, ἢ Λακεδαιμονίους ἐφ ἡμισείᾳ προσδέξασθαι καὶ δύ εἶναι μέρη προεστηκότα, εἰς ἅπερ ἐξ ἀρχῆς ἡ Ἑλλὰς διῄρηται· οὐ γὰρ μὴ Φλιάσιοί γε ὑμῖν ἀμφισβητήσωσι δέδιτε, καὶ οὔπω λέγω δεῖν ἐπὶ τούτῳ δέξασθαι τοὺς Λακεδαιμονίους: οὐχ ὁρίζω τοῦτο, ἀλλὰ μάλιστα μὲν οἶμαι καὶ καθάπαξ αὐτοὺς παραχωρήσειν: καὶ νὴ Δί ἔγωγε κελεύω, εἴπερ ὡς ἀληθῶς ἡμῶν δέονται καὶ τῆς σεμνότητος καθυφείκασί τι, ἢ φήσαιμ ἂν τοῖς πρέσβεσιν αὐτῶν τοὺς Θηβαίους αἱρήσεσθαι, ἐὰν ἐκεῖνοι ταῦθ ὑπακούωσιν, εἰ δὲ μὴ, μετριώτερον, ὦ Ἀθηναῖοι, Λακεδαιμονίους ἐξ ἴσου δέξασθαι ἢ τοιαύτην ἀκρισίαν κοινωνίας ὑποστῆναι Θηβαίοις. οἶμαι τοίνυν κἀκεῖνο προσήκειν ὑμῖν σκοπεῖν, ὅπως μὴ εἰς τὰς αὐτὰς αἰτίας Λακεδαιμονίοις ἔλθητε, μηδ ἃ μέμφεσθε δικαίως, ταῦτα μιμήσεσθε. ἔστι τοίνυν τούτων οὐ μικρὸν κατηγόρημα, ὅτι Θηβαίοις τουτοισὶ συνεξεῖλον Πλαταιὰς καὶ παρέδοσαν, καὶ πάλιν τὸ τελευταῖον, ὅτι τοὺς Ιὤνας ἐκδότους ἐποίησαν ἐν ταύταις ταῖς συνθήκαις ταῖς πρὸς βασιλέα. μὴ τοίνυν ὑμῖν τὸ τὴν Σπάρτην Θηβαίοις συνεξελεῖν καλὸν οἰέσθε λόγον σχήσειν, μηδὲ Λακεδαιμονίοις ἐγκαλοῦντες, ἐπειδήπερ τοὺς ἀποίκους ὑμῶν ἐξέδοσαν τῷ βασιλεῖ, αὐτοὶ Θηβαίοις ἐκδῶτε ὑμᾶς αὐτούς: ἐκδώσετε δὲ, ἂν πρὸς οὓς ἄσχολοι νῦν εἰσι Λακεδαιμονίους, τούτους ἐκποδὼν αὐτοῖς θήσετε. μικρὸν δ ἔτι προσθήσω: εἰ μὲν εὐπορήσουσιν ἑτέρων Λακεδαιμόνιοι συμμάχων ὑμῶν ἁμαρτόντες, τις ἂν μείζων αἰσχύνη γένοιτο τῶν πασῶν ἢ τὸ πρῶτον μὲν ἐζητηκέναι τινὰς ἄλλους, εἶτα καὶ ἀνευρηκέναι τοὺς συνδιατηρήσοντας τὴν Σπάρτην αὐτὴν, ὄντων Ἀθηναίων, εἰ δ οὐδένων ἑτέρων τεύξονται βοηθῶν, ὑμῖν οὐκ ἀμελητέον, οὓς ἔχουσι μόνους.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION