- 텍스트

Aristides, Aelius, Orationes, Λευκτρικὸς γ# ὑπὲρ Λακεδαιμονίων δεύτερος? 6:

(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς γ# ὑπὲρ Λακεδαιμονίων δεύτερος 6:)

ἢ τοῦτο μὲν οὐδαμῶς· εἰ δ οὐδέπω τοσαύτην οἰκειότητα καὶ συνήθειαν ἔχει τὰ πρὸς ἡμᾶς πεπραγμένα Θηβαίοις, ὥστ εἶναι μείζω καὶ πλείω τῶν πρότερον πρὸς Λακεδαιμονίους αὐτοῖς ὑπαρχόντων, ὧν νῦν εἰσι πόρρω τοῦ μεμνῆσθαι, εὐτυχίας δὲ οὐδεὶς κόρος ἐστὶν ἀνθρώποις, ἀλλ οἱ τὰ μέγιστα κατορθώσαντες μεγίστων γλίχονται, δυναστείας τε ἐπιθυμοῦντας πολὺ μᾶλλον τὴν ἡμετέραν πόλιν ἢ τὴν Λακεδαιμονίων εἰκός ἐστιν αὐτοὺς δεδιέναι καὶ διὰ φρόνημα καὶ δι ἐμπειρίαν πραγμάτων καὶ δι ὀξύτητα καὶ τὴν ἐπὶ πᾶσι παρουσίαν ἀόκνον, τοῦτο δ ὑπειληφότας ἐκποδὼν ποιῆσαι ζητεῖν ἕπεται, ἐφ ἅπασί τε πίστις ἀκριβὴς οὐχ ἡ μὴ βουλήσεσθαί τινα ἀδικήσειν, ἀλλ ἡ μηδ ἂν βούλωνται δυνήσεσθαι παριστᾶσα: εἰ ταῦθ οὕτω φαίνεται, τί κωλύει Λακεδαιμονίους ὁμοῦ σώζειν καὶ τὴν πόλιν δι ἀσφαλείας ποιεῖσθαι καὶ δόξαν φιλανθρωπίας, μεγαλοψυχίας, ἀνδρείας προσλαβεῖν· ἐν γὰρ τῷ σῶσαι μὴ μνησικακήσαντας τρία ταῦτ ἐστὶν εἰς φιλοτιμίαν τείνοντα. πρὸς τοίνυν τὸ μὴ παρεῖναι Λακεδαιμονίους ὑπὸ τὴν αὐτὴν τύχην ἡμῖν, καὶ τῇ μὲν ψήφῳ δεῖν σῶσαι, τοῖς δὲ ὅπλοις ἀπολέσαι, καὶ πρὸς ταύτην τὴν ἀκριβολογίαν, μᾶλλον δ ἀπορίαν, ὀκνῶ γὰρ εἰπεῖν ἀποπληξίαν, οὐ χαλεπὸν εὑρεῖν ἁπλοῦν καὶ σαφῆ λόγον. εἰ μὲν ἦν, ὦ Ἀθηναῖοι, ταμιεύσασθαι, καὶ μέχρι τούτου κακῶς διαθεῖναι παρὰ τὸν πόλεμον αὐτοὺς, μέχρι τοῦ πρὸς σύμβασιν ἐγχωρεῖν διατηρῆσαι, τάχα ἂν ταῦτά τις ἤκουσεν: οὐκ ὄντος δ ἐφ ἡμῖν οὕτω τὸν πόλεμον τεμεῖν, τί ποιήσομεν, ἐὰν ἅπαξ ὑπερβάλωμεν· ἢ μεταγνωσόμεθα· καὶ τί πλέον τοῦ καιροῦ παρελθόντος· ἐπεὶ καὶ νῦν μία δή που μάχη πάντ αὐτοὺς ἀφῄρηται, τοὺς συμμάχους, τοὺς εἵλωτας, τὴν παρὰ τῶν περιοίκων πίστιν, ἁπλῶς τὴν τάξιν ἐφ ἧς βεβηκότες ἦσαν. τὸ δὲ προσπταῖσαι τοῖς σαθροῖς ῥᾳδίαν ποιεῖ τὴν αἴσθησιν. ἂν οὖν πάλιν ἄλλην μάχην μίαν κρατηθῶσιν οἱ λοιποὶ, τί κωλύει μιᾶς ἡμέρας μέρει μικρῷ πάντα τἀκείνων ἐξεληλέγχθαι, καὶ τοὺς μὲν ἐν ἡλικίᾳ τεθνάναι πάντας, τὴν πόλιν δὲ εἰλῆφθαι, καὶ ταῦτα ἀτείχιστον οὖσαν, παῖδάς τε καὶ γυναῖκας ἄγεσθαι, διαπεπρᾶχθαι δὲ, ὡς εἰπεῖν, τὸ πρᾶγμα πρὶν ἐλθεῖν εἰς βουλὴν καὶ λόγον·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION