- 텍스트

Aristides, Aelius, Orationes, Λευκτρικὸς γ# ὑπὲρ Λακεδαιμονίων δεύτερος? 2:

(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς γ# ὑπὲρ Λακεδαιμονίων δεύτερος 2:)

τὸ γὰρ εἰς τοῦτο ἀγαγεῖν τὴν πόλιν ὥστ ἔχειν Θηβαίους ταῦτ ἀποφήνασθαι περὶ αὐτῆς ὑπάγει δικαίως αὐτοὺς τῆς μέμψεως τῇ κοινωνίᾳ. ἀλλὰ τοῦ μὲν εἰς τοῦτ ἀγαγεῖν ἡμᾶς μέτεστι καὶ Θηβαίοις τοῖς συμπολεμήσασιν αὐτοῖς, τοῦ δὲ φείσασθαι τὸ λοιπὸν οὐκέτ ἔχουσι Λακεδαιμόνιοι τούσδε κοινωνούς. καὶ μὴν οὐδ ἐκεῖνό γε προσδέξομαι ὅτι Θηβαίων εἷς εἶπε ταῦτα. ἃ γὰρ Πλαταιὰς πρότερον διέθεσαν, τοιαύτην ἀναχώρησιν οὐκ ἀπολείποντ αὐτοῖς οὐδὲ σκῆψιν, οὐδὲ τοιοῦτον τὸν ὑπὲρ τῆς περὶ ἡμῶν ψήφου λόγον δείκνυσιν ὄντα. εἴποιεν δ ἂν καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς οὐκ ἀπὸ πάντων ἦν, ἀλλ οἱ προεστηκότες αὐτῶν ἐμήδιζον: εἰ δ ὑπὲρ ὧν μὲν προὔδοσαν τοὺς Ἕλληνας καὶ ὑπὲρ ὧν τοὺς δεῖνας ἀνεῖλον καὶ ὑπὲρ ὧν ἡμᾶς ἐμέλλησαν, τοῖς πρώτοις ἐκείνοις ἀκόλουθα ποιοῦντες, καὶ εἴ τι ὅλως ἠγνωμονήκασιν, ὑπὲρ μὲν τούτων τοὺς προεστηκότας προβαλοῦνται, ὅταν δέ τις τοῦ Πειραιῶς μόνον μνησθῇ, πάντες ἥξουσι περὶ ὧν δή που καὶ εἷς τις καὶ δεύτερος εἶπε, μάτην πάντες εὐήθεις κέκληνται τὰ κράτιστα ὄντες σοφοί. ἄλογον δέ μοι φαίνεται, πρὸς ἀμφοτέρους ὄντων ἐγκλημάτων ἡμῖν, Λακεδαιμονίοις μὲν ἐπεξεληλυθέναι καὶ δίκην ἐζητηκέναι λαβεῖν, Θηβαίους δὲ ἀφεῖναι καθάπαξ, καὶ τοσοῦτον ὑπερβαλεῖν ἐκείνοις ὀργιζομένους ὥστ ἀδικήσειν ἡγεῖσθαι, εἰ μὴ μέχρι παντὸς τοῖσδε συνεστήξομεν. ἐγὼ μὲν γὰρ οἶμαι δεῖν μέχρι τούτου τιμωρεῖσθαι Λακεδαιμονίους μέχρι οὗ μὴ τοὺς Θηβαίους ἀθώους παντάπασιν ἀφήσομεν. φοβοῦμαι δὲ μὴ Θηβαίοις γιγνόμενοι σύμμαχοι τοὺς ὑπάρχοντας ἡμῖν αὐτοῖς ἀπολέσωμεν. σκοπῶν γὰρ τὰς παλαιὰς αἰτίας, ἃς ἡμῖν ἐπήνεγκαν οἱ Ἕλληνες, ἄλλο μὲν οὐδὲν ἐχούσας εὑρίσκω, τοῦτο δὲ, μὴ μετρίως ἡμᾶς χρῆσθαί τισιν αὐτῶν. ἔστι τοίνυν ἅπαντα ἅ τις ἂν τόθ ἡμῶν ἐξήτασεν, ἂν εἰς ταυτὸν συνθῇ τις, οὐδ ἐγγὺς τῆς νῦν ἐγχειρήσεως. τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν ἐθέλοντας φανῆναι τίς ἂν εἴποι πάντων τῶν πρὸς τοὺς ὑπηκόους τότ ἀηδῶν μὴ οὐ πολὺ μεῖζον καὶ χαλεπώτερον εἶναι·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION