- 텍스트

Aristides, Aelius, Orationes, Λευκτρικὸς β# ὑπὲρ Θηβαίων πρῶτος? 13:

(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς β# ὑπὲρ Θηβαίων πρῶτος 13:)

τί οὖν ἔτι καὶ δεῖ κινδυνεύειν, εἰ τότ οὐχ ἕξομεν τὸ ἆθλον ὅταν κτησάμεθα· ἀλλὰ νὴ Δία ταυτὶ μὲν σαφῆ, ἀδεὲς δὲ ἄλλως συναναλαβεῖν Λακεδαιμονίοις τὴν δύναμιν καὶ φόβον οὐδ ὁντινοῦν ἔχει. ἀλλ ἔγωγε, καὶ μηδεὶς ἐκπλαγῇ πρὸς τὴν ὑπερβολὴν, οὐκ ὀκνήσαιμ ἂν φῆσαι πολὺ μᾶλλον δεδιέναι Λακεδαιμονίους τῆς αὑτῶν κυρίους ὄντας ἢ Θηβαίους τῆς Ἑλλάδος. οὗτοι μὲν γὰρ οὐδ ἂν ἔχοντες τὴν ἀρχὴν φυλάξαι μοι δοκοῦσιν, ἐλάττους ὄντες τῶν πραγμάτων, ἀλλ ἐν ἀκαρεῖ τοῦ χρόνου ῥᾳδίως ἂν πάλιν οἱοί῀περ ἦσαν γενέσθαι, ἐκεῖνοι δ ἑώς ἂν καὶ ἡντινοῦν ἀφορμὴν ἔχωσιν, οὐ χαλεπῶς ἄν μοι δοκοῦσι κατὰ μικρὸν αὐξηθῆναι, ἐπεὶ καὶ τὸ παλαιὸν ἐκ μικρῶν κομιδῆ καὶ φαύλων πολισμάτων ὁρμηθέντες, Βοιοῦ καὶ Κυτινίου καὶ Ἐρινεοῦ, καὶ οὐδένων ὄντες σεμνότεροι, ἀλλὰ καὶ ἀγαπητῶς ἐλθόντες οὗ νῦν οἰκοῦσι, δι ἡμῶν πρῶτον μὲν Πελοποννήσου τὰς δύο μοίρας ἔσχον, Μεσσήνην ἀνελόντες, ἔπειτα πάσης τῆς Ἑλλάδος ἦρξαν δυνάμεως κατὰ μικρὸν εὐπορήσαντες. ἀλλ ὦ μάτην δεδιὼς, ἡ χάρις αὐτοὺς, ἣν ὀφείλουσι τῆς βοηθείας ἡμῖν, μετριωτέρους ποιήσει, φαίη τις ἄν. χάρις δέ ἐστι τίς ἣν ἀνθρώπων ἴσασί τῳ Λακεδαιμόνιοί ποτε, οἳ τοὐναντίον τοῖς ἄλλοις ἀνθρώποις πεπόνθασιν· οἱ μὲν γὰρ, κἂν τὰ μάλιστα ἀδικηθῶσι, πραότεροι γίγνονται διὰ τὰς ὕστερον εὐεργεσίας, Λακεδαιμονίοις δ εἴπερ ἄλλο τι ἐπιτετήδευται καὶ τοῦτ ἤσκηται, ὅταν τὰ μέγιστα εὖ πάθωσι, τότε ἐπὶ τοὺς ποιήσαντας ἔρχεσθαι. πρῶτον μὲν, ἵν ἀπὸ τῶν οἰκείων ἀρξώμεθα, οὗτοι σωθέντες ὑφ ἡμῶν ἐπὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους, - ἴστε γὰρ δή που τοῦθ ὅτι δέκα μὲν ναῦς εἰς τὸ ναυτικὸν αὐτοὶ, τετρακοσίους δ ὁπλίτας εἰς Πύλας παρέσχοντο, καὶ ταῦτ ἦν αὐτοῖς μόνα τὴν πρώτην, ἃ κἂν εἰ πρὸς Μεγαρέας ἐπολέμουν, γέλως ἦν, τὸ δὲ σύμπαν εἰς ἡμᾶς καὶ τὰς ἡμετέρας τριήρεις ἀνήρτητο, αἵπερ οὖν καὶ ἐκώλυσαν τὴν Πελοπόννησον κατὰ πόλιν ληφθῆναι - ἀλλ ὅμως τοιαύτης μὲν καὶ τηλικαύτης εὐεργεσίας πειραθέντες, πρέσβεις δ, ὅτε Μαρδόνιος προὐκαλεῖθ ἡμᾶς εἰς συμμαχίαν ἐπὶ δώροις, ἀντιπέμψαντες αὐτοὶ καὶ φωνὰς οὐκ ἐλάττους ἢ νῦν ἀφέντες, μὴ προδοῦναι σφᾶς, οὐ πολὺς χρόνος μετὰ ταῦτα διεγένετο καὶ ἐκώλυον μὲν ἡμᾶς τειχίζειν τὴν πόλιν, βοήθειαν δὲ εἰς Ἰθώμην ᾔτησαν μὲν, ἐλθοῦσαν δ ἀπέπεμψαν ἀτίμως, τὰ τελευταῖς δὲ εἰς πόλεμον φανερὸν καταστήσαντες ἃ παθεῖν ὤφειλον αὐτοὶ, ταῦθ ἡμᾶς εἰργάσαντο.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION