호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν γὰρ προέσθαι καὶ παριδεῖν τοὺς Θηβαίους ᾤοντο δεῖν, οὐκ ἂν ἔπεισαν ἃ ἐγίγνωσκον: εἰ δὲ δέξασθαι καὶ χρήσασθαι συμμάχοις, τί νῦν προφέρουσιν αὐτοῖς ὧν ὅτε καιρὸς ἦν οὐκ ἐμέμνηντο· καὶ μὴν εἰ μὲν οὐκ ἦσαν ὁμογνώμονες ὑμῖν, οὐκ ἐπιεικῶν ἔργον ἐποίουν πολιτῶν, οὐδὲ Θηβαίων μόνον, ἀλλὰ καὶ ὑμῶν ἀντιδίκων: εἰ δ ἦσαν σύμψηφοι, καὶ παρὰ τὴν αὑτῶν ἐξελέγχονται νῦν λέγοντες γνώμην, οὐ μόνον παρὰ τὴν ὑμετέραν. σκαιοὺς τοίνυν καὶ ἀναιδεῖς ἐγὼ μὲν οὐκ ἂν αὐτοὺς προσείποιμι, προσειπὼν δέ τις οὐκ ἂν ἁμάρτοι θατέρου, σκαιοὺς μὲν, εἰ μετεστρόφασι τὴν τάξιν, καὶ ὅτ ἔδει ταῦτ ἐξελέγχειν καὶ κατηγορεῖν, σιωπήσαντες, νῦν διδάσκουσιν, ὅτε εἰ καὶ τότ εἰρήκεσαν, ἡσυχάζειν λοιπὸν ἡρ´μοττεν: ἀναιδεῖς δὲ, εἰ καὶ τότ εἰπόντες ἡττήθησαν καὶ περὶ τῶν αὐτῶν πάλιν ὕστερον τοῦ καιροῦ βιάζονται. εἰ μὲν γὰρ ἐπείσθητε ὑπὸ Θηβαίων ἱκανῶς τότε ἐν τοῖς λόγοις ὡς οὐ κοινῇ τὸν ἀνδραποδισμὸν ἤνεγκαν, πῶς ἄξιον περὶ τούτων νῦν ἀκούειν, ἃ τότε αὐτοῖς ἀπολυομένοις συνέθεσθε· εἰ δὲ τοῦτο μὲν οὐκ ἐπιστεύσατε, τῷ δ ὕστερον εὔνων πειραθῆναι παρὰ τὴν χρείαν οὕτως ἔσχετε γνώμης ὥστε καὶ περὶ ἐκείνων οὐκ ἔχοντες μεταπεισθῆναι διὰ τὴν μετὰ ταῦτ οἰκειότητα καὶ πίστιν βοηθεῖν αὐτοῖς, τοῦ χάριν νῦν καταλείψετε τοὺς αὐτοὺς τούτους, ὅτ ἐξ ἁπάντων προθυμότερον στῆναι μετ αὐτῶν δεῖ· πρῶτον μὲν γὰρ οὐχ ὅμοιον, ὦ ἄνδρες Ἀθηναῖοι, συμμάχους ὑπάρχοντας καὶ φίλους καθαρῶς γεγενημένους εὖ ποιεῖν, ἢ πρὶν εἰς ταύτην τὴν τάξιν καταστῆναι. ἔπειτα εἰ τόθ ὑμᾶς ἐκίνει τὰ Θηβαίων εὐεργετήματα καὶ δι ἐκεῖνα κινδυνεύειν ᾤεσθε δεῖν ὑπὲρ αὐτῶν, νῦν ἐκεῖνά θ ὑπάρχει καὶ τὰ παρ ὑμῶν εἰς ἐκείνους γέγονεν. εἶτα καὶ πάνδεινον, ὅτε μὲν οὔτε τριήρεις εἴχομεν οὔτε τείχη οὔθ ὅλως ἀνενηνόχειμεν ἐκ τῆς πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας, τότε μὲν κηδομένους αὐτῶν φανῆναι καὶ μὴ περιιδεῖν, νῦν δ ὅτε ἐπανελήλυθε καλῶς ποιοῦσα εἰς τὰ πράγματα ἡ πόλις καὶ ἀνέρρωται, μὴ μόνον τὸ βοηθῆσαι φυγεῖν, ἀλλὰ καὶ πόλεμον ἄρασθαι πρὸς αὐτοὺς, μηδὲν ἔχοντας μέμψασθαι, καὶ πλείω νῦν λόγον τῆς Λακεδαιμονίων ἀσφαλείας ἢ τῆς ἡμετέρας αὐτῶν τότε ποιήσασθαι, ὥσπερ ἂν εἴ τις νοσῶν μὲν καὶ ἀρρώστως ἔχων προθυμοῖτο τοὺς φίλους ὠφελεῖν, ὅτε μηδ ἔξω τῆς οἰκίας βαδίζειν οἱό῀ν τ ἐστὶν αὐτῷ, ῥαΐσας δὲ καὶ λαβὼν δύναμιν, εἶτα παίοι καὶ ἄγχοι καὶ πατάττοι τοὺς αὐτοὺς τούτους ἀντὶ τοῦ βοηθεῖν ἐφ ἑτέρους.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기