호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅστις δὲ οὐδέπω τετύχηκε τῆς προσηκούσης, ἐὰν ὅπως τεύξεται ζητῇ, τούτῳ οὔτ ἂν νεμεσῆσαί τινα ἡγοῦμαι δικαίως οὔτ ἐπενεγκεῖν ἔχω τοῦτο τὸ ῥῆμα. εἰ γὰρ τοὺς τὰ δίκαια λαβεῖν βουλομένους μνησικακεῖν φήσομεν, τί κωλύει τοὺς ὑπάρχοντας τοῦ κακουργεῖν ὡς γενναίους θαυμάζειν· ἢ καὶ τοὺς ἐν τοῖς δικαστηρίοις ἐπεξιόντας τοῖς ἀδικήσασι μνησικακεῖν νομίσωμεν· οἷς καὶ μείζονα ἢ καθ ἃ πεπόνθασι δέδοται παρὰ τῶν νόμων εἰς τιμωρίας λόγον. ἀλλ ἕτερόν ἐστιν, οἶμαι, μεμνῆσθαί τινα ὧν πέπονθε καὶ μνησικακεῖν: ἄμφω δὲ ταῦτα τῷ μέτρῳ διορίζεται. ὁ δ ὑπομνήσας ὑμᾶς τῶν τοῖς Θηβαίοις ἡμαρτημένων μαθέτω οὐκ εἰς ἴσον λόγον παρών. πρῶτον μὲν γὰρ, οὐκ οἶδα δ ὅ τι πρῶτον εἴπω πολλῶν ὄντων, εἴ τις ἔροιτό με, τοῖς Θηβαίοις ἂν προσθῆσθε, ἀντὶ τοῦ καὶ διὰ τί τοῖς Λακεδαιμονίοις πολεμεῖν ἔγνωτε· οὔθ ὑπὲρ τῶν ἰδίων ἂν φαίην οὔθ ὑπὲρ ὧν ἠδίκησάν ποτε τὴν πόλιν ἡμῶν, ἀλλ ἐπειδὴ δικαιότερα ἡμῖν ἐφαίνοντο λέγοντες οἱ Θηβαῖοι περὶ τοῦ νῦν πολέμου συνεστηκότος αὐτοῖς, διὰ τοῦτο τούτους, φαίην ἂν, εἱλόμεθα. πόθεν οὖν ἐξέβην ἐπὶ τὴν ἐξέτασιν τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις· ἐκ τοῦ βούλεσθαι τοῦθ ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοὶ Λακεδαιμόνιοι διὰ πολλῷ φαυλότερα ἐγκλήματα εἰς πολὺ μείζω κακὰ τῶν νῦν αὐτοῖς ὄντων ἤγαγον ἡμᾶς. τί οὖν ἐνταῦθα ἡ Θηβαίων κατηγορία βούλεται, οὓς εἰ καὶ τότε ἠδίκουν, νῦν οὐ προετέον δι ἃς εἶπον αἰτίας· καὶ μὴν εἰ δεῖ τι καὶ περὶ τῶν τότ εἰπεῖν διὰ πλειόνων μικρὰ, οὐκ ἐξαιροῦμαι μὲν ἔγωγε Θηβαίους οὐδ ἀναμαρτήτους εἴποιμ ἂν εἶναι καθάπαξ, οὐχ οὕτως οὔτ ἐπιλήσμων οὔτ ἀναίσχυντός εἰμι, πρὸς δὲ τὰ τῶν Λακεδαιμονίων κρίνων ἐκείνους, τοῦθ ὃ ἐγὼ φεύγω παραιτουμένους ὑπὲρ αὑτῶν εὑρίσκω.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기