호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ γὰρ, εἰ μὴ βοηθήσεθ ὑμεῖς, οὐδὲν ὧν κατωρθώκασιν εἶναι πλέον αὑτοῖς κρίνοντες, δι ὧν περὶ τοῦ μέλλοντος δέονται, διὰ τούτων τὴν ἐφ οἷς κεκρατήκασι δόξαν ἐφ ὑμᾶς ἄγουσιν. ἐγὼ δὲ μάλιστα μὲν ἠβουλόμην ἂν ὑμᾶς καὶ τῆς μάχης αὐτῆς μετεσχηκέναι: οὐδενὸς γὰρ καλλίονος ἔργου κεκοινωνηκότες ἦτ ἂν οὐδὲ ἐφ ᾧ μᾶλλον ἂν εἴχετε σεμνύνεσθαι δικαίως: ἡγοῦμαι δὲ καὶ τὸ νῦν εἰς δέον τρόπον τινὰ ἀπηντηκέναι. ὁρῶ γὰρ τοὺς μὲν κινδύνους ἐλάττους γεγονότας, τὴν φιλοτιμίαν δ οὐ φαυλοτέραν οὖσαν ὑμῖν. τὸ μὲν γὰρ ἐξ ἀρχῆς δεηθῆναι τοὺς Θηβαίους οὐδὲν ἦν θαυμαστὸν, τὸ δ εὐτυχηκότας, καὶ ταῦτα ὧν οὐκ ἂν ἤλπισαν μείζω, μηδὲν μᾶλλον ἀπηλλάχθαι τοῦ χρῄζειν ὑμῶν, τοῦτο καὶ μέγα καὶ καλὸν καὶ σφόδρα ἐμοὶ γοῦν ἡδομένῳ γέγονεν. οὐκ ὀκνήσω δὲ εἰπεῖν ὅτι μοι καὶ βέλτιον φαίνεται μετὰ τὴν κλῆσιν βοηθεῖν αὐτοῖς ἤπερ ἀκλήτους. ἐκείνως μὲν γὰρ κἂν εἶχον ἴσως εἰπεῖν ὕστερον ὡς οὐκ ἐδέονθ ὑμῶν, αὐτοὶ δὲ παρόντες καὶ μηδὲν ἧττον τῶν ἠτυχηκότων τεθεραπευκότες ὑμᾶς οὐ δή που δύναιντ ἄν ποτ ἔξαρνοι γενέσθαι περὶ ὧν ὑφ αὑτῶν ἐξελεγχόμενοι φανοῦνται. λέγουσι δέ τινες Θηβαίους ἀναισθήτους εἶναι, καὶ ἴσως ἀληθῆ λέγουσι κατ ἄλλο τι: ὃ δ ἀεὶ κοινὸν ἅπασιν ὡς εἰπεῖν ἐστιν ἁμάρτημα, τοῦτ οὐ πεπόνθασιν, ἀλλὰ καὶ τῶν σφόδρα εὖ φρονεῖν πεπιστευμένων ἐξισταμένων ὅταν τι παρ ἐλπίδας εὐτυχήσωσιν, αὐτοὶ μετὰ νίκην τοσαύτην πόρρω τούτου γεγόνασιν. οἳ γὰρ ἐφ ὑμᾶς ἥκουσι καὶ ἴσασιν ὅτι οὐδ ἂν δεκάκις νικήσωσι Λακεδαιμονίους, οὐδέν ἐστι πλέον αὐτοῖς ἑώς ἂν ἀπῆτε ὑμεῖς, πῶς οὐκ εὖ φρονοῦσι· καὶ μὴν οὐδὲ Λακεδαιμόνιοι μέμψιν δικαίαν ὑμῖν ἕξουσιν, ἂν ἀντιλάβησθε τῶν πραγμάτων τοῖς Θηβαίοις. ἐνθυμείσθων γὰρ ἅ ποτε αὐτοὶ περὶ Αἰγίνης καὶ Ποτιδαίας ἔγνωσαν: κἂν ἐπ ἀληθείας ἐθέλωσι σκοπεῖν, εἴσονται σφίσιν αὐτοῖς οὐκ ἐνὸν ἄλλως εἰπεῖν οὐδ ἑτέραν ψῆφον ἐνεγκεῖν ἢ ὡς οὐκ ἐατέον ἐστὶν ὑμῖν αὐτοὺς οὐδ ἀνετέον. ἐκεῖνοι μὲν γὰρ ὅ τι τῶν πάντων ἠδίκηντο ὑφ ἡμῶν ἐπ ἐκείνων τῶν χρόνων οὐκ ἂν ἔχοιεν οὐδέπω καὶ νῦν δεῖξαι οὐδὲ καταιτιάσασθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기