호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρά γε ἀπολλύναι· καὶ τίς τῶν σφόδρα ἑτοίμως ψηφισαμένων αὐτό γε τοῦτο ὁμολογήσειεν ἄν· ἀλλὰ σώζειν ὥσπερ ὑμᾶς ἐκεῖνοι πρότερον· πῶς οὖν συναναιρήσετε νῦν τοὺς αὐτοὺς τούτους· φέρε, ἐὰν δὲ συμβῇ τοῦτ αὐτὸ ὃ λέγω, καὶ προσθῆσθε μὲν τοῖς Θηβαίοις, συλλόγου δὲ γενομένου κελεύωσιν ὑμᾶς ἀποφήνασθαι τί χρὴ τοὺς Λακεδαιμονίους ποιεῖν ἢ νῦν ἢ ὕστερον, ἡνίκ ἂν μηδὲν ὅλως ἐκείνοις ἐνῇ, τί ἐρεῖτε, ὦ ἄνδρες Ἀθηνᾶιοι· καὶ τίνα γνώμην οἴσετε· ἀναιρεῖν οἷς ὑμᾶς οὐκ ἔδοξεν· ἀλλ ἐᾶν σώους· εἶθ ὑπὲρ ὧν ἂν ψήφου δεηθῶσι, τὴν σώζουσαν θήσεσθε δικαίως, τούτους ὅτ ἐν τοῖς ὅπλοις ἐστὶ τὸ διατηρῆσαι, συνεξελεῖν μᾶλλον αἱρήσεσθε· οὐκ ἂν παρέλθοιμι τὸ τῶν Ἀργείων ἐκείνων, ὑπὲρ ὧν τὸ παλαιὸν ἐξήλθετε εἰς Βοιωτίαν ταυτηνὶ καὶ οὐκ ἐπετρέψατε Θηβαίοις τούτοις οὐδὲν ἀγνωμονῆσαι περαιτέρω τοῦ καιροῦ, καίπερ ἠδικημένους τὴν ἀρχὴν εἰδότες. ἃ καὶ Λακεδαιμόνιοι σαφῶς ἐπιστάμενοι παρακαλοῦντες ἥκουσι νῦν ὑμᾶς ἐπὶ τοὺς αὐτοὺς τούτους, οὐχ ὑπὲρ ἑπτὰ νεκρῶν αὑτῶν, ἀλλὰ πάντων τῶν λοιπῶν τῆς σωτηρίας, ὥσπερ ἐξ ἐκείνου λοιπὸν ὀφειλομένων ἀμφοῖν τούτοιν, Θηβαίους μὲν ὑβρίζειν, ὑμᾶς δὲ κωλύειν. κεφάλαιον δ εἰπὼν καὶ δὴ πέπαυμαι. ἔχετε, ὦ Ἀθηναῖοι, Λακεδαιμονίους, ὃ πάλαι προὐθυμεῖσθε, ὑπὸ χεῖρα παρόντας καὶ περίεστι τῇ πόλει δίκην εἰληφυίᾳ δόξαν φιλανθρωπίας προσλαβεῖν, ἐὰν ἐθέλητε: οὗ τί γένοιτ ἂν ἥδιον· ἢ καὶ τοῦ τιμωρήσασθαι καὶ τοῦ σῶσαι τοὺς προσκρούσαντας κυρίους ὑπὸ τῆς τύχης γεγονέναι· πρὸς ταῦτα βουλεύσασθε ἃ χρή. ὡς εἰ μὲν ἐγκαταλειφθέντες ὑφ ὑμῶν οὐκ ἀνθέξουσι, πράγματος οὐ μετρίου δόξετε αἴτιοι γεγενῆσθαι: εἰ δὲ καὶ καθ αὑτοὺς ἀνοίσουσιν, ἄμεινον ἐφ ὑμᾶς ἐλθεῖν τοὔνομα, ὁμοῦ καὶ χάριν ἐκ Λακεδαιμονίων καὶ μνήμην πρὸς ἁπάντων ἔχον διηνεκῆ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기