호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἷς τοίνυν ὡς ἂν εὔξαιντο πρᾶξαι δῆλόν ἐστιν οὐ λυσιτελοῦν καὶ οἷς ἂν διὸ δεῖ πολεμεῖν ὑπάρξῃ βλάβος ἐστὶ καὶ κίνδυνος, τῷ ποτε ἐπαρθέντες οὗτοι τοιαύτῃ πραγμάτων ἀλογίᾳ δώσουσιν αὑτοὺς, ἢ περὶ τοῦ πολεμεῖν ἐθελήσουσιν, ὅταν περὶ νίκης μὴ συμφέρῃ· τί δ ἂν ἐλπίσαντες ζητοῖεν πάλιν παραλαμβάνειν τὰς πόλεις, ἃς δεδωκυίας ἑαυτὰς οὐκ ἠδυνήθησαν κατασχεῖν· οὔθ ἁρ´μα ἀναβαίνειν οἶμαι θαρρήσειεν ἄν τις τὸν κρημνὸν ὁρῶν, εἰδὼς ὡς οὐχ οἱό῀ς τέ ἐστι μένειν ἔποχος, οὔτε πραγμάτων τοσούτων ἐπιβαίνειν, ὧν ἐκπεσὼν εὐθὺς κείσεται. ὁ γὰρ μείζονα ἢ καθ αὑτὸν ὄγκον ἀναιρούμενος, κἂν παραχρῆμα ἐνέγκῃ ῥᾳδίως, μετὰ μικρὸν ἀπώλετο συσχεθείς. Λακεδαιμόνιοι δὲ κἀκεῖνο μέμνηνται, μεθ ὅσης παρασκευῆς καὶ μεθ ὅσης συντάξεως εἰς τὸν πρότερον πόλεμον κατέστησαν καὶ συμμάχους οὕστινας καὶ τὸ ἀξίωμα ὁποῖον ἔχοντες κατ ἐκείνους τοὺς χρόνους. καὶ οὐδὲ τοῦτο λέληθεν αὐτοὺς, ὅτι εἰ μὴ αὐτὴ περὶ αὑτὴν ἡ πόλις ἔπταισε, τοῦτο μὲν τὸν πρὸς Σικελιώτας ἐπεμβαλομένη πόλεμον, τοῦτο δὲ καὶ ἐν Αἰγὸς ποταμοῖς ἀμελείᾳ τῶν στρατηγῶν τὰς ναῦς ἀπολέσασα, οὐδ εἰ πάντας ἀνθρώπους παρέλαβον, πλέον οὐδ ὁτιοῦν ἂν αὐτοῖς ἐγένετο ἀλλ ἢ ἀπειπόντες ἐδέοντ ἂν ἡμῶν καταλῦσαι τὸν πόλεμον, ἢ τελευτῶντες κρατηθέντες ὑπήκουον ἄν. νυνὶ δὲ εἰς τί καὶ βλέψαντες τῶν πάντων τηλικοῦτον πρᾶγμα ἀνακινήσουσι· ποίαν ἀρχήν· τίνα ῥώμην· ποίας προσόδους· τίνα γενναῖον πολέμου πόρον· οὐκ ἔστιν οὐδέν. μὴ δὴ φαινώμεθα, ὦ Ἀθηναῖοι, δεδοικότες ἀνθρώπους ἱκέτας. αἰσχρὸν γὰρ ἐάν τις ἀκούσῃ τοῦτο πρῶτον, ὅτι Ἀθηναῖοι φοβοῦνται τοὺς σωθῆναι ζητοῦντας. ἀλλὰ μηδὲ ἐπὶ νοῦν ἄγωμεν μήτ αὐτοῖς τούτοις μήτ ἄλλῳ μηδενὶ τῶν Ἑλλήνων ὅτι ἀρχὴν ὑπόνοιάν τινα τοιαύτην περὶ αὐτῶν ἀξιοῦμεν ἔχειν. μηδαμῶς. ἀλλὰ τί καὶ οἰέσθε· οἱ Θηβαίοις οὐκ ἀνταρκέσαντες χωρὶς ἡμῶν τῷ ποτε πιστεύσαντες ἐφ ἡμᾶς ἥξουσι·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기