호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς ταῦτα τὴν εἰρήνην τὴν ἐπ Ἀνταλκίδου καὶ ὅ τί τις βούλεται προφερέτω. τοῦτο μὲν δὴ τὸ τῆς εἰρήνης καὶ πάντων πλείστου πρίαιντ ἂν Λακεδαιμόνιοι κατ αὐτῶν λέγεσθαι παρὰ τὴν νῦν χρείαν. ὅσῳ γὰρ ἂν μᾶλλον ἐκείνην μέμφησθε, τοσούτῳ προθυμότερον σωστέον αὐτούς ἐστιν ὑμῖν νυνί. γέγραπται γὰρ ἐν αὐτῇ δή που τοὺς τὴν Ἀσίαν αὐτὴν οἰκοῦντας Ἕλληνας ὅ τι ἂν βούληται βασιλεὺς ἐξεῖναι δρᾶσαι, τοὺς δὲ τοῦτο δυσχεραίνοντας τῆς νῦν πρεσβείας τῶν ἠτυχηκότων οὐκ ἔνεστιν ἀμελῆσαι. οὔτε γὰρ δήπουθεν ὅλως Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἴσην δεῖν εἶναι πρόνοιαν τῶν Ἑλλήνων οὐδ ἂν εἷς εἴποι, βλέπων εἰ καὶ εἰς μηδὲν ἕτερον, ἀλλ εἰς αὐτὰς ταύτας τὰς πρὸς τὸν βασιλέα συνθήκας, ὧν αἱ μὲν ἐκείνων ἐκδότους πεποιήκασι τοὺς Ἕλληνας τοὺς ἐπὶ θαλάττῃ, αἱ δὲ ἡμέτεραι τῆς θαλάττης ἄνω κατέχουσι βασιλέα: οὔθ ὅμοιον εἰς ἀνάγκην κατακλεισθέντας καὶ εἰρήνης ἐπιθυμήσαντας συγχωρῆσαι ταῦτα καὶ εἰρήνης οὔσης ἐπιθυμίᾳ πολέμου παριδεῖν ἐθελοντὰς τὰ δίκαια. ὅπου δὲ καὶ γράψαι περὶ τῶν ἐν τῇ γῇ τῇ βασιλέως ἐξεῖναι τῷ βασιλεῖ πρᾶξαι ὅ τι ἂν βούληται βαρὺ καὶ δεινὸν, πῶς οὐ πολλῷ σχετλιώτερον αὐτοὺς συνεξεργάσασθαι τοὺς Ἕλληνας τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις· εἰ γὰρ Λακεδαιμονίοις πολέμῳ κατειργομένοις γράψαι τοὺς ἐν τῇ γῇ τῇ βασιλέως ὅ τι ἂν βούληται βασιλεὺς ἐξεῖναι ποιῆσαι κατηγορία καὶ ὄνειδος κέκριται, πῶς ὑμῖν γε ἀνεκτὸν Ἀθηναίοις οὖσι καὶ βουλῆς κυρίοις αὐτοχειρίᾳ τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις παραδοῦναι, καὶ ταῦτα Λακεδαιμονίους· οὓς εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀξίωμα ὅ ποτε ἔσχον παραιρεῖται. γένοιτο δ ἂν νῦν ὁ πλεῖστος ἴσως λόγος τοῖς ὑπὲρ τῶν Θηβαίων λέγουσιν ὡς ἤδη πρότερον συμμάχους αὐτοὺς ἐποιήσασθε, καὶ τῆς εἰς Ἁλίαρτον ἐξόδου καὶ τῆς ἐν Κορωνείᾳ μάχης ἀναμνήσουσιν ὑμᾶς. οὐκοῦν ἄτοπον, εἰ φίλους τοὺς τότε ἐχθροὺς καὶ πολεμίους τοὺς τότε συμμάχους ὁμοῦ ποιήσεσθε, φαῖεν ἄν. ἐγὼ δὲ τοσούτου δέω νομίζειν ἐναντιοῦσθαι τοῖς Λακεδαιμονίοις, ὥστ εἰ μηδένα ὑπὲρ τῶν Θηβαίων ᾤμην ἐρεῖν, ἐχρησάμην ἂν ὅμως παραδείγμασιν αὐτοῖς ὑπὲρ τούτων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기