- 텍스트

Aristides, Aelius, Orationes, Λευκτρικὸς α# ὑπὲρ Λακεδαιμονίων πρῶτος? 2:

(아리스티데스, 아일리오스, 연설, Λευκτρικὸς α# ὑπὲρ Λακεδαιμονίων πρῶτος 2:)

ἃ μὲν οὖν λογιζόμενος πέπαυμαι μέσος ὢν καὶ δι ἃ τοὺς Λακεδαιμονίους ᾕρημαι, ταῦτ ἐστί: τὸ δ ὑμέτερον πρόχειρον εἰς φιλανθρωπίαν καὶ τὸ φθάνειν τοὺς ἀτυχοῦντας οἰκτείροντας ἢ κείνους δεομένους, τάχ ἂν οὐκ ἐάσειε ταῦτ ἀκριβῶς ἐξετασθῆναι. σύνοιδα γὰρ ὑμῖν καὶ ὅτε πρῶτον ὁ κήρυξ ἦλθε τὴν μάχην ἀγγέλλων, ὃν ἐστεφανωμένον ὡς ὑμᾶς ἔπεμψαν οἱ Θηραῖοι, πρὸς ἀηδίαν καὶ λύπην ἀκούσασι καὶ οὕτω πόρρω τοῦ συνησθῆναι γενομένοις, ὥστε μήτε εἰς τὸ πρυτανεῖον καλέσαι μήτ ἄλλο μηδὲν φιλάνθρωπον ἐνδείξασθαι. οὕτως ὁ παλαιὸς λόγος ἔστ ἀληθὴς ὅτι τοῖς καθ ἑκάστους ἀτυχοῦσι κοινὴ πᾶσιν ὕπεστιν εὐτυχία τὸ τῆς πόλεως ταύτης ἦθος ὑφ οὗ σώζονται. ἀλλὰ μὴν τόν γ ἀναμνήσοντα ἂν ὑμᾶς τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις τίνες αὐτοῖς ἐκοινώνουν ἐρήσομαι: οἶμαι μὲν οὐ Σάμιοι, ἀλλ οἷς ὡς ἀναμαρτήτοις βοηθεῖν ἀξιώσει. εἰ μὲν οὖν καιρῷ τινι καὶ φιλανθρωπίᾳ ταῦτα δεδόσθαι δεῖ, κοινὴν ἀμφοῖν δίκαιον ὑπάρχειν τὴν λήθην, οὐ τοῖς μὲν καὶ ἐξ ἀρχῆς ὑπ ἐκείνων ἀναπεισθεῖσι καὶ καταλῦσαι μεταξὺ σπουδάσασι, κᾆτα κωλυθεῖσι μνησικακεῖν, τοῖς δὲ διὰ τέλους ἀγνώμοσι παρεικέναι χρὴ τὴν μέμψιν: εἰ δ ἀμφοτέροις ἐγκαλεῖν χρὴ, ὡς ἔγωγε μὰ τοὺς θεοὺς οὐκέτ ἂν ἀξιοίην, εἰ μή τις ἔχοι με πεῖσαι, τί δεῖ ταῦτα κατηγορεῖν ὧν ἀποκρῖναι τοὺς ἑτέρους οὐκ ἔστιν· ἁπάντων γὰρ τῶν ὡς ὁ μάλιστ ἂν ἐξετάζων εἴποι χειρίστων οἵδε αὐτοῖς ἐκοινώνουν. καὶ μὴν εἴ τινα καὶ ἐκλέξαντα εἰπεῖν δεῖ παρέντα τὰ τοῦ πολέμου κοινὰ, σκοπῶμεν τὰ μετὰ ταῦτα πραχθέντα καὶ βουλευθέντα ἑκατέροις. εὑρήσομεν γὰρ τὰ μὲν Θηβαίοις δόξαντα, ἀναίρεσιν τῆς πόλεως ἡμῶν καὶ ἀνδραποδισμὸν καὶ μηδένα μηδαμοῦ λοιπὸν εἶναι: φεύγω τοὔνομα προσθεῖναι τῇ βλασφημίᾳ - καίτοι ταῦτά γε οὐδ ὁ Πέρσης ἔγνω πρότερον περὶ ἡμῶν, ἀλλ ἀποχρῆν ᾤετο, ἐὰν τὸ κελευόμενον ποιεῖν ἐθέλοντας ἔχῃ - τὰ δ αὖ Λακεδαιμονίοις δόξαντα ταῦτ ὄντα, ἃ νῦν αὐτοῖς ἀξιοῦσιν ὑπάρξαι παρ ὑμῶν, τὴν αὑτῶν οἰκεῖν καὶ μηδὲν ἀνήκεστον παθεῖν. καὶ δῆτα ἔγωγε σκοπῶ πρὸς ἐμαυτὸν, εἰ τότε τοῖς Λακεδαιμονίοις συνέδοξεν ἅπερ τοῖς Θηβαίοις καὶ ὑπέστησαν τοῦτο τὸ ἔργον, καὶ μὴ θεῶν τις χεῖρα ὑπερέσχε τοῦ τοιούτου πράγματος, τί λοιπὸν ἦν ἐν μέσῳ ἢ ζητεῖν νῦν τοὺς Θηβαίους οὕστινας καλέσουσι κατὰ τούτων·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION