- 텍스트

Aristides, Aelius, Orationes, Ὑπὲρ τῆς πρὸς Ἀθηναίους εἰρήνης? 4:

(아리스티데스, 아일리오스, 연설, Ὑπὲρ τῆς πρὸς Ἀθηναίους εἰρήνης 4:)

οἵ τε γὰρ δρῶντες Λακεδαιμόνιοι καὶ οὐκ Ἀθηναῖοι οἵ τε πάσχοντες Ἀθηναῖοι καὶ οὐ Σκιωναῖοι, ὧν οὐδὲ τοὔνομα πολλοῖς γνώριμον. ἔπειτα καὶ οὗτοί μοι δοκοῦσιν ἡμῶν γε κρατήσαντες οὐδὲν ἂν πλέον ζητῆσαι, ἀλλ αἰσχυνθέντες ἂν τὸ σχῆμα καὶ τὰς ἀρετὰς ἐνταῦθά που στῆναι. ἴσμεν δ ὅτι καὶ τοὺς ἐκ Πύλου τρόπον τινὰ ᾐσχύνθησαν. μὴ τοίνυν ἀνθ ὅτων αὐτοὺς τιμωρήσεσθε σκοπεῖτε, ἀλλ οὕστινας ὄντας καὶ τίνες ὄντες αὐτοὶ καὶ τὸ μέτρον τῆς τιμωρίας. ἔξεστι νῦν Αἰγινήταις κομίσασθαι τὴν ἑαυτῶν: ἀλλ ἐὰν ἡμεῖς Ἀθηναίους αὐτοὺς μὲν διαφθείρωμεν, τὴν δὲ πόλιν κατασκάψωμεν, οὐδ αὐτοῖς ἡμῖν βουληθεῖσι μεταγνῶναι πλέον οὐδ ὁτιοῦν λείπεται. πάντων δ ἥκιστα ἔγωγε ᾤμην ἐγχωρεῖν τοῖς μεμφομένοις τοὺς Ἀθηναίους ταῦτα εἰσηγεῖσθαι. εἰ μὲν γὰρ δικαίως αὐτοῖς πεποίηται, τί μέμφονται· εἰ δ οὐ μέτρια ἐποίουν, πῶς ὑμῖν γε καλὸν τοσοῦτον παρελθεῖν ἀναλγησίᾳ· οἶμαι γὰρ, ἂν μὲν αὐτῶν φείσησθε, ἔργῳ τὰς κατηγορίας βεβαιώσειν καὶ δείξειν ὁποίους τινὰς εἶναι χρῆν περὶ τοὺς Ἕλληνας, ἂν δ ἀνέλητε, κάλλιστα ὑπὲρ αὐτῶν ἀπολογήσεσθε. ὥσπερ γὰρ ἐν τοῖς ἄθλοις οἱ νικήσαντες φέρονται τοὔνομα, οὕτως ὑμεῖς, ἂν ὑπερβάλησθε τὴν ἐκείνων εὐχέρειαν, αὐτοὶ τῆς ἀδοξίας κληρονομήσετε. οὕτως ἐπεξιόντες μὲν ἀφίετε αἰτίας αὐτοὺς, συγγνόντες δὲ ἐλέγχετε. καὶ μὴν οὐδ ἐκεῖνό γε δεῖ λαθεῖν ὑμᾶς, ὅτι νῦν μὲν πρὸς ὀργὴν ὧν ἐγκαλοῦσιν ἡδέως ἂν αὐτοὺς ὁτιοῦν παθόντας ἴδοιεν οἱ Ἕλληνες, χρόνου δ ἐγγενομένου καὶ λογισμῷ τὸ πρᾶγμα λαβόντες τοῖς μὲν συναλγήσουσιν, ὑμῖν δὲ μέμψονται. πολλαὶ δὲ μεταβολαὶ τῶν πραγμάτων: ἃ χρὴ προσκοπεῖν καὶ νομίζειν τοὺς προφέροντας ἐκείνοις τὰ Μηλίων ἢ Σκιωναίων πάθη καὶ ὑμῖν προφέρειν τὰ Πλαταιέων. ἀλλ οὔθ ἃ τοῦ πολέμου τοῦ συνεχοῦς ἦν, ταῦτ ἐπὶ τῷ τέλει καὶ ἡνίκ ἔξεστι πεπαῦσθαι πράξασι τὴν ἴσην ἔχει συγγνώμην, οὔθ ὡς πλεῖστα δή που τὰ τοιαῦτα γίγνεσθαι καλὸν, ἀλλ ἐξ ἀρχῆς μηδὲν αὐτῶν συμβῆναι.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION