호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δή ποτε· ὅτι εἰ τότε τοῖς Ἀθηναίοις νεμεσᾶν ᾠόμεθα δεῖν, εἴ τινας τῶν Ἑλλήνων ὑφ αὑτοῖς ποιοῦνται, κομιδῆ νῦν ἡμῖν αὐτούς γ ἀνελεῖν οὐκ ἔνεστιν. οὔτε γὰρ τῆς ἐλευθερίας ἀποστερῆσαι δή που καὶ καθάπαξ διαφθεῖραι παραπλήσιον οὔθ ὅτ ἐκείνοις τοὔλαττον οὐχ ἡρ´μοττεν, ὑμῖν γε τὸ μεῖζον ἐγχωρεῖ. καὶ μὴν οὐδ ἐκεῖνό γ ἔστιν εἰπεῖν, ὅτι τοὺς μὲν ἄλλους ἅπαντας αὐτονόμους ἔδει ποιεῖν καὶ κινδυνεύειν ὑπὲρ τούτου, τὸ δὲ τῶν Ἀθηναίων οὕτω σφόδρα ἐν οὐδενὶ θέσθαι ὥστ ἄρδην ἀπολέσαι, σῶσαι παρὸν, ἂν μόνον ψηφίσησθε· ὅπου γὰρ εἰ μόνους τῶν ἁπάντων ἠξιοῦτε δουλεύειν, οὐ πρὸς ὑμῶν ἦν, ἦ που τό γ ἐξελεῖν οὐδ ἐγγύς. ἃ δ αὖ περὶ τοὺς Σκιωναίους καὶ Μηλίους ἐξήμαρτον πῶς οὐκ ἄτοπον κατηγορεῖν μὲν καὶ λέγειν ὡς ἁμαρτήματα συμβαίη, μιμεῖσθαι δ ἀξιοῦν ὡς ὀρθῶς ἔχοντα, καὶ μὴ λογίζεσθαι μηδ ὁρᾶν ὅτι τοῖς μὲν Ἀθηναίοις καὶ λόγος τις ὑπῆν ἴσως ταῦτα ποιοῦσι: - καὶ γὰρ ὡς ὑπ ἐλαττόνων ἐδόκουν ὑβρίζεσθαι καὶ ὡς οὐχὶ δικαίως ἐμισοῦντο καὶ ὡς οὐκ ἔπειθον προκαλούμενοι καὶ ἄλλα τοιαῦτ ἴσως εἴποιεν ἂν, οὐκ ἰσχυρὰ λέγοντες οὐδ ἀποχρῶντα, φημὶ κἀγὼ, ὅμως δ ἔχουσιν ἀναισχυντῆσαι - ἡμῖν δ οὐδὲ λόγος καταλείπεται τὸ μὴ ταῦτ ἔσεσθαι δεδρακότας ὧν αὐτοὶ κατεψηφίσμεθα καὶ ἃ διωρίσμεθα μὴ δεῖν ἐν τοῖς Ἕλλησι γίγνεσθαι. τί γὰρ δὴ καὶ τὸ δεινὸν ἐκείνοις ἔτι δόξει πεπρᾶχθαι παρά γ ὑμῖν κριταῖς, εἴπερ ὑμῖν γε μηδὲν εἶναι δόξει δεινὸν Ἀθήνας ἀπολωλέναι· οἶμαι δ, εἰ μέν τις, ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν Μαραθῶνι μάχην ἢ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀθηναίων ὑμᾶς κελεύοι μιμεῖσθαι, οὐκ ὀρθῶς ἔχειν ἀποδέχεσθαι, πλημμελείας δὲ τοιαύτας ἥκιστα πάντων. εἰ δ αὖ μηδὲ τὰ κάλλιστα τῶν ἔργων ἑτέρωθεν ἡμῖν προσήκει λαμβάνειν, ἀλλ αὐτοὺς μᾶλλον εἶναι παράδειγμα τοῖς ἄλλοις, ἦ που τά γε χείριστα τῶν ἐκείνοις πεπραγμένων κομιδῆ τετυφωμένων ὑμῖν προξενεῖν. ἐμοὶ μὲν γὰρ καὶ ὑπερβολὴ προσγίγνεσθαι δοκεῖ δι ἀμφοῖν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기