- 텍스트

Aristides, Aelius, Orationes, Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης? 6:

(아리스티데스, 아일리오스, 연설, Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 6:)

πότερον ὡς τὰς σπονδὰς παρὰ φαῦλον ἐποιήσασθε ἄν· καὶ τίνες ὑμῶν ἀμείνους θεραπεύειν τὰ θεῖα· ἀλλ ὡς οὐδὲν ὑμῖν ἀπόχρη δύναιτ ἄν τις εἰπεῖν· ἀλλὰ ταῦτα Κορίνθιοι μὲν ἐβλασφήμουν, ὑμῖν δ οὐδεὶς ἀνθρώπων σύνοιδεν. εἶθ ὧν ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάντων οὐκ ἄν ποτ ἤρασθε τὸν πόλεμον, εἰ νῦν ταῦτ ἔχειν ἔξεστιν, οὐχὶ παύσεσθε, ἀλλ ἄκοντες φάσκοντες πολεμῆσαι ἑκόντες οὐ τρέψεσθε πρὸς τὴν εἰρήνην· τίνος ἕνεκα· ὅτι νὴ Δία εὐτυχήσαμεν οἱᾶ ἂν εὐξάμεθα· οὐκοῦν αὐτὸ δὴ τοῦτο καὶ βέλτιστόν ἐστιν. ἀπόλωλε μὲν γὰρ οὐδὲν ἡμῖν τῶν ὑπαρξάντων, προσγέγονε δ ἡ τοῦ νενικηκέναι δόξα, καὶ τὸ μηδ αὖθις εἶναί τινι θαρρούντως ἡμᾶς ἀδικῆσαι. ὥστ εἰ τότ ἐστέργομεν οἷς εἴχομεν, πῶς οὐ νῦν γε κἀκείνοις καὶ τοῖς προσυπάρξασι στέρξαι προσήκει· τοὺς δ ὑπερδιατεινομένους τουτουσὶ καὶ μέχρι παντὸς ἐπεξιέναι κελεύοντας ἐρωτᾶτε τίς ὑμῖν ἐγγυητὴς ἔσται τοσούτου πράγματος. οὐ γὰρ περὶ Σφακτηρίαν γε ἀεὶ πολεμήσομεν οὐδ ἐφ ἕτοιμα τοῖς στρατηγοῖς ἐξέσται πλεῖν οὐδ ἐκ προρρήσεως ἄγειν τοὺς πολεμίους, ἀλλ ἔστιν ἃ καὶ ἀγῶνος φανεῖται δεόμενα. καὶ εἰ μὲν αὐτοὶ ταῦτ ἐγγυᾶσθαι φήσουσι, μαινομένων λόγον, οὐχ ὑγιαινόντων ἐροῦσιν. ἔτι δ εἰ μὲν τούτοις ἔμελλεν ὁ κίνδυνος ἔσεσθαι μόνοις, ἀλλ οὐ σύμπασιν, ἦν ἄν τι τοῦτο: ὅτε δ οἱ πεισθέντες πρότεροι δώσομεν τὴν δίκην, τί τὸ κέρδος λαμβάνειν ὕστερον καὶ ζημιοῦσθαι μετὰ τούτων, ἐξὸν ὁμοῦ καὶ ἡμᾶς καὶ τούτους ἀσφαλεῖς εἶναι· ἀλλὰ μὴν εἴ γε μηδ ἂν οὗτοι φήσαιεν, ἔχοι δ ἐγγυήσασθαί τις, πῶς ὑμῖν καλῶς ἔχει ταῦτα πιστεῦσαι ἃ τούτοις ὑποσχέσθαι τῶν αἰσχρῶν εἶναι δοκεῖ· καὶ ἃ λόγῳ μόνον εἰπεῖν κουφότης, ἦ που βλακεία ταῦτ ἔργῳ πάντως θεῖναι γενησόμενα. τότε γὰρ χρὴ, κἂν ἄδηλον ᾖ τὸ μέλλον, αἱρεῖσθαι κινδυνεύειν, ὅταν τὸ τὴν ἡσυχίαν ἄγειν φανερῶς χεῖρον ᾖ. οἱο῀ν ὅθ ἡμῖν ἐπῄεσαν οἱ βάρβαροι, κινδυνεύειν ἔδει. διὰ τί· ὅτι δουλεύειν ἦν, εἰ μὴ τοῦτ ἐποιήσαμεν.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION