호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον μὲν, ὦ Ἀθηναῖοι, χάρισ πολλὴ τοῖσ θεοῖσ, οἳ τοὺσ μὲν πρότερον θρασυνομένουσ καὶ μηδ’ ὄνομα εἰρήνησ ἐθέλοντασ ἀνασχέσθαι, πολλάκισ ἡμῶν προκαλουμένων αὐτοὺσ, ὑπὲρ εἰρήνησ δεῦρ’ ἥκειν παρεσκεύασαν ἐν τούτῳ τῷ σχήματι, τῇ πόλει δ’ ἀπέδωκαν ἐξ ἀρχῆσ βουλεύσασθαι περὶ τῶν Ἑλληνικῶν ὅπωσ ἂν πείσησθε. ἄξιον δὲ χρήσασθαι τῷ καιρῷ καὶ τὴν μὲν τούτων ἀγνωμοσύνην καὶ φιλονεικίαν φυλάξασθαι, τοῖσ δ’ ὑμετέροισ αὐτῶν ἤθεσι καὶ τρόποισ ἐμμεῖναι. ἔστι μὲν οὖν παλαιόσ τισ λόγοσ ὡσ ἄρα οὐ ῥᾴδιον εὖ πράττοντασ εὖ φρονεῖν, ἀλλ’ οἱ πολλοὶ χείρουσ ὑπὸ τῆσ τύχησ γίγνονται· ἐγὼ δ’ ὅσοι μὲν, ὦ Ἀθηναῖοι, παρ’ ἀξίαν ἢ παρ’ ἐλπίδασ εὐτυχοῦσιν, τούτουσ μὲν εἰκόσ τι πάσχειν ὑπολαμβάνω μὴ δυναμένουσ χρῆσθαι μείζοσιν ἢ καθ’ αὑτοὺσ πράγμασιν, ὅσοισ δὲ πλεῖστα μὲν τῶν Ἑλλήνων ὑπάρχει κατωρθωκέναι, οὐκ ἐλάττω δὲ τούτων εὐβουλίασ σύμβολα πᾶσι παρεσχῆσθαι, λόγοσ οὐ λείπεται ταυτὸν τοῖσ πολλοῖσ καὶ τοῖσ ἀνοήτοισ παθεῖν. ἔστι δ’ οὐ περὶ τοῦ μέλλοντοσ μόνον ἡμῖν ἡ βουλὴ, ἀλλὰ καὶ περὶ αὐτῶν ὧν κατωρθώκαμεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기