- 텍스트

Aristides, Aelius, Orationes, Εἰς τὸ ἐναντίον? 11:

(아리스티데스, 아일리오스, 연설, Εἰς τὸ ἐναντίον 11:)

εἰ γὰρ ἐνταῦθα τὸ αἰσχρόν ἐστι, τί μᾶλλον ἐάν γε μένωσι λύεται, ἑώς ἂν τὸ τυχεῖν ἓν τῶν ἀδυνάτων· ἐμοὶ μὲν γὰρ τοὐναντίον, ὦ Ἀθηναῖοι, φαίνεται, ἔτι μεῖζον ταύτῃ γε τὸ αἰσχρὸν καθίστασθαι. εἰ γὰρ ἐμμείναντες ὥς τι δράσοντες, εἶτα πείσονται πλείονα ἢ νυνὶ πεπόνθασι, πῶς οὐχ ὅπερ εἶπον συμβήσεται· ἀλλὰ μὴν ὅτε τοῦθ ἓν φαμὲν ἂν αἰσχύνεσθαι τὸ μηδὲν καταπρᾶξαι, οὐχ ἡ νῦν κλῆσις ἔχει τὸ αἰσχρόν: οὐδὲν γὰρ μᾶλλον αὐτὴ τά γε ἐκεῖ διέφθαρκεν, ἀλλ ἡ τότε ἔκπεμψις τῶν ἀδυνάτων ἡμᾶς ἐπιθυμοῦντας ἤλεγξεν. ὥστε τοῖς ἐκεῖνα πείσασιν ἐγκλητέον, οὐ τοῖς ταῦτα συμβουλεύουσι. διὰ γὰρ ἐκείνους φεύγειν ἠναγκάσμεθα, ὡς αὐτοὶ λέγουσι, ἐξὸν κατὰ χώρας ἐξ ἀρχῆς μένειν. ἐγὼ δ οὐδὲ φυγὴν εἴποιμ ἂν, ὦ Ἀθηναῖοι, τόν γε τοιοῦτον εἶναι: οὐδαμῶς. εἰ μὲν γὰρ ἐπιόντας αὐτοὺς μὴ ἐτολμῶμεν ὑφίστασθαι, εἰκότως ἄν τις ἔφη δειλίαν εἶναι: εἰ δὲ ἐπήλθομεν ἐκ περιουσίας, εἰ μὲν προὐχώρει, μὴ προαπελθεῖν, ἀντιπεσόντος δὲ ἀναχωρεῖν τῆς αὐτῆς ἐστι σωφροσύνης. οἱ γὰρ ὑπὲρ τοῦ πλείονος πόλεμοι τοῦτον ἔχουσι τὸν νοῦν, ἂν μὲν ἐξῇ λαβεῖν, τολμᾶν, εἰ δὲ μὴ, τό γε δεύτερον, μὴ χείρω τἀρχαῖα ποιῆσαι: ὥσπερ οἶμαι καὶ τοὺς ἀγαθοὺς χρηματιστὰς ὁρῶμεν οὐκ εἰ μὴ πλείω τὰ ὄντα ποιῆσαι δυνήσονται, καὶ τοῖς ἀρχαίοις ἑκόντας βλαπτομένους, ἀλλ ἐπιχειροῦντας μὲν ἐάν τι περιῇ, μὴ φιλονεικοῦντας δὲ ἐάν τι κωλύῃ. ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐδὲ νῦν ἀπὸ τοῦ παρατειχίσματος χρῆν ἀναχωρῆσαι Νικίαν, οὐδ ὅσους ἀγῶνας ἠγωνίσαντο οἱ στρατιῶται, οὐκέτι χρῆν ἀναχωρεῖν, ὡς ἐοίκεν, ἐπειδή γε ἅπαξ συνέστησαν. μωρία ταῦτα καὶ γέλως. ὅτι δ οὐδὲν ἔξω τῶν εἰωθότων οὐδ ἀπὸ τῆς ἀνθρωπείας φύσεως ποιήσομεν, ἂν μὴ τοῖς ἀνηνύτοις προσκαθεζώμεθα, ὀλίγων ἅμα καὶ ἐναργῶν ἀναμνήσθητε. οἶδα μὲν γὰρ εἰς Θετταλίαν ποθ ἡμᾶς στρατεύσαντας ὑπὲρ τῶν Ὀρέστου πραγμάτων, ὡς οὐ προὐχώρει, πάλιν μετ ἐκείνου δεῦρ ἀναστρέψαντας:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION