호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἢ οὐκ ἀκούετε τῆς ἐπιστολῆς, ὡς εἰ μή τις αἱρήσει τὸ παρατείχισμα χειρὶ συχνῇ βιασάμενος, πέρας τἀν τῇ γῇ πράγματα ἔχει· οὐκοῦν ἄτοπον τοὺς αὐτοὺς κινδύνους ὑπὲρ μὲν τῆς οἰκείας καὶ τῶν ὄντων φεύγειν, ὑπὲρ δὲ τῆς ἀλλοτρίας καὶ τῶν μηδὲν προσηκόντων ὑφίστασθαι. καὶ μὴν ἐνταῦθα μὲν πρὸς Πελοποννησίους καὶ Βοιωτοὺς ἐγίγνετ ἂν ἡ μάχη, ἐκεῖ δὲ πρός τε τοὺς αὐτοὺς τούτους παρόντας καὶ πρὸς ἄλλους ἔτι πλείονας, τοὺς μὲν ἐξ αὐτῆς τῆς νήσου, τοὺς δ ὅθεν ἂν τύχῃ. καὶ μὴν οὐδ ὑπὲρ φυλακῆς γε τῆς χώρας εἰ λάβοιμεν οὐδὲν ἂν εἴποιμι: παντελῶς γὰρ ἂν ἀγνοοίην τὰ παρόντα. καίτοι πρός γε τὸ τῆς Κύπρου παράδειγμα τοσοῦτον εἰπεῖν εἶχον, ὅτι βασιλεὺς μὲν ἄρχει Κύπρου διὰ πάσης συνεχοῦς ἀπὸ τῆς ἑαυτοῦ, ἡμῖν δὲ εὐθὺς πρὶν Μαλέαν περιπλεῦσαι πᾶν τὸ ἐν δεξιᾷ πολέμιον. ἀλλ ἐῶ ταῦτα. διδότω τις ἡμῖν θεῶν Σικελίαν καὶ τὸ λοιπὸν, εἰ βούλεσθε, ὁ πάντα ἐγὼ δεδιὼς ἐγγυῶμαι. ἀλλὰ τί δεῖ τοὺς πόρρωθεν φόβους καὶ κινδύνους δεδιέναι, ἀφέντα τοὺς ἐν ὀφθαλμοῖς· πρὸς ταῦτα λεγόντων ὡς ἡ Σικελία πολλὴ καὶ ἀγαθὴ καὶ πρὸς τὸν πόλεμον λυσιτελεστάτη: ἀλλ ὅπως μὴ μεταβάλῃ ποθ ἡμῖν τὰς ἐπωνυμίας, μηδὲ τὸ τοῦ Πέρσου πάθωμεν, ὃς ἀκούων Μαρδονίου περὶ τῆς Εὐρώπης ὅτι πολλὴ καὶ ἀγαθὴ καὶ οὐδὲν φαυλοτέρα τῆς Ἀσίας κεκτῆσθαι, ἀγαπητὸν κέρδος εὑρ῀ε τὴν σωτηρίαν. ὅτου γὰρ ἂν πράγματος μὴ τὸ δυνατὸν ἡγῆται, τό γε λοιπὸν ὕθλοι καὶ σκιαί. νὴ Δί αἰσχρὸν γὰρ φυγεῖν ἐκ Σικελίας. πότερον εἰ κρατῆσαι παρὸν φεύγοιμεν, ἢ καὶ ὁπωσοῦν· εἰ μὲν γὰρ ἐὰν κρατῆσαι παρὸν, δειξάτω τις ὡς ἔξεστιν: εἰ δὲ καὶ ὁπωσοῦν, οὐδὲν ἄλλο ἢ τὸ σωθῆναι δεινὸν ἡγοῦνται. ἔτι τοίνυν ἡδέως ἂν ἐροίμην αὐτοὺς πότερον αὐτὸν τὸν κατάπλουν τῶν τριήρων καὶ στρατιωτῶν αἰσχρὸν νομίζουσιν. ἀλλὰ μὴν τοῦτό γε εὐξάμεθα ἐξ ἀρχῆς δή που, δέξασθαι σῶς αὐτούς. ἢ τοῦτο μὲν οὐκ αἰσχύνονται, ἐκεῖνο δὲ, εἰ μὴ τυχόντες τῶν πραγμάτων ἐπανίασιν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기