- 텍스트

Aristides, Aelius, Orationes, Εἰς τὸ ἐναντίον? 4:

(아리스티데스, 아일리오스, 연설, Εἰς τὸ ἐναντίον 4:)

ἀλλ οὐ τοῖς εἰς ἀνάγκας ἀφιγμένοις, ἀλλ οἷς περίεστι τὰ τοιαῦτα ἴσως ἀποδέδοται. καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα: τὰ δ ἐκεῖ ποῖ ἄττα· οὐδὲν ἀμείνω τούτων, εἰ μὴ πολλῷ φοβερώτερα, ὅσῳ γῆ τε ξένη καὶ πλείων ἡ τῶν ἀναγκαίων χρεία καὶ τοὺς κινδύνους ὀξυτέρους ἔχουσα. νῆες μὲν διάβροχοι, ναῦται δὲ ἀτακτοῦσι, χρήματα δ ἔρρει, τῶν δὲ ἐμπόρων οἱ πλείους μεθεστᾶσιν, οἰκέται δ αὐτομολοῦσιν, ἐφορμοῦσι δ οἱ πολέμιοι, μάχῃ δ ἡττήμεθα, τῶν δὲ ἐπιτηδείων ἡ κομιδὴ παρ αὐτὰς τὰς χεῖρας τῶν πολεμίων, ἀφέστηκε δ ἡ Σικελία, Γύλιππος δ οἴχεται δυνάμεις ἄξων ἑτέρας, πεπράγαμεν δ εὐχῆς τε ἔξω καὶ πέρα προσδοκίας, ὑπὸ μὲν γὰρ τῶν καταφρονούμεθα, πρὸς δὲ τοὺς διαβεβλήμεθα, οἱ δ ἀσθενέστατοι μόνοι λειπόμενοι φίλοι τοῦ μηδενὸς ἄξιοι τῇ χρείᾳ. τὰ δ Ἐγεσταίων χρήματα φροῦδα ὁμοῦ τῷ καπνῷ. Συρακοσίους δὲ οὐδὲν ἐπιχωρεῖν φασιν, εἰ μὴ δίκην προσλήψονται τῆς ἐπιβουλῆς ἀξίαν. εἶθ ἡμεῖς, ὦ Ἀθηναῖοι, ταῦτ ἀναμενοῦμεν καὶ τῶν πραγμάτων οὐκ ἀκολουθησάντων οἷς ἐψηφισάμεθα αὐτοὶ τοῖς ἐψηφισμένοις ἀκολουθεῖν ἀξιώσομεν, ὥσπερ τοῦτ ἀρκέσον, ἂν μὴ παυσώμεθα μωραίνοντες, ἢ Συρακοσίους κατὰ τὰς ἡμετέρας ἐπιθυμίας τὸν ἀγῶνα τὸν πρὸς ἡμᾶς διοίσοντας· καὶ τριῶν μὲν ἐκπεμφθέντων στρατηγῶν ὁ μὲν τέθνηκεν, ὁ δ εἰς τοὺς πολεμίους οἴχεται, εἷς δὲ ὁ λειπόμενος ὃν ἄκοντα ἐνθένδε ἐξηλάσαμεν, τούτῳ δ αὖ νῦν ἑτέρους προσκαταστήσομεν· καὶ οὐδὲ τοῦτ αὐτὸ ποιησόμεθα ὡσπερεὶ σύμβολον τοῦ παντὸς, ὅτι οὐχ ἡμέτερα τἀκεῖ οὐδ ἴσα τῇ δυνάμει σπουδάζομεν, εἴ γε ὁ μὲν τὰς περὶ αὐτῶν ὑποθεὶς ἐλπίδας ἐν τοῖς πολεμίοις ἐστὶ νῦν, τῷ δ ἀπαγορεύοντι μάλιστα τούτῳ πάντων χρῆσθαι πρὸς αὐτὰ ἠναγκάσμεθα, ἀλλ ὥσπερ κακῶν ἐπιθήκην ζητοῦντες ἑτέρους στρατηγοὺς καὶ στρατιὰν ἄλλην ἐπιπέμψομεν καὶ φιλονεικήσομεν· τίνι θαρρήσαντες, ὦ Ἀθηναῖοι·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION