- 텍스트

Aristides, Aelius, Orationes, Εἰς τὸ ἐναντίον? 3:

(아리스티데스, 아일리오스, 연설, Εἰς τὸ ἐναντίον 3:)

ἐγὼ δ οὐδὲ λύσειν ὑμᾶς φημι τῶν δεδογμένων οὐδέν. εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ τοῦτο ἡμᾶς προσεψηφισμένους, μηδέποτ ἐξεῖναι δεῦρ ἐπαναπλεῦσαι αὖθις, ἄλλος ἂν εἰή λόγος: νῦν δὲ κἀκεῖνο πεπλήρωται καὶ τὰ δεύτερα μὴ κεκωλύσθω. φέρε γὰρ πρὸς θεῶν, εἴ τις εὐθὺς ἀπ ἀρχῆς ἠδυνήθη πᾶν ὑμῖν ἀκριβῶς τὸ μέλλον παραστῆσαι - ἦν δ ἂν οὗτος, ὡς ἐοίκε, θεῶν τις: οὐ γὰρ ἀνθρώπων γε οὐδεὶς οἱο῀ς ἀντισχεῖν τοῖς τόθ ὑμᾶς ἀνάπτουσιν - ὡς τὰ πράγματα εἰς τοῦτο περιστήσεται ὥσθ ἡμῖν περὶ τῶν ἀπελθόντων πρότερον γενέσθαι τὸν λόγον ἢ περὶ τῆς Σικελίας, ἔσθ οὕτω τις ἄφρων ἢ δυστυχὴς ὅτῳ ταῦτα ἤδη ἀφικέσθαι παρέστη, ὥστε τὴν πόλιν τοσαύτῃ δαπάνῃ καὶ τοσούτοις κινδύνοις περιβαλεῖν· οὐκ ἂν ἔγωγε πειθοίμην. οὐκοῦν ἅ γε προγνόντες οὐκ ἂν ἐπέμψατε, ταῦτ ἐπιγνόντες μεταπέμποισθ ἂν ἐν καιρῷ τοὺς ἄνδρας, ἄλλως τε καὶ οὐκ ἐν ὁμοίοις, ὦ Ἀθηναῖοι, τοῖς ὅλοις πράγμασι καὶ καιροῖς τὴν τότε γνώμην ἔσχομεν καὶ τὴν νῦν μεταθησόμεθα, ἂν ἐμοὶ πείθησθε. τότε μὲν γὰρ καὶ σπονδῶν οὐσῶν πρὸς Λακεδαιμονίους καὶ τὸν οἴκοι πόλεμον νενικηκότες λαμπρῶς ἐν ἐρημίᾳ πολεμίων ὄντες εἰκότως ἐτρυφῶμεν, νῦν δὲ ὁρᾶτε μὲν δή που τοὺς πολεμίους ἀπὸ τοῦ τείχους, ἀντὶ δὲ ὀχληροῦ κἀκείνου καὶ βαρέος, τοῦ καθ ἕκαστον ἔτος ἐμβάλλειν εἰς τὴν χώραν, ἵδρυνται συνεχῶς ἐπὶ ταῖς πύλαις καὶ περιέστηκεν, εἰ δεῖ μὴ ληρεῖν, ἀκριβὴς πολιορκία: χρήματα δ ἡμῖν τὰ μὲν εἰς τὸν ἀπόστολον τὸν καλὸν ἐξανήλωται, τὰ δ ἐν τοῖς ἄνω καιροῖς κατεχρησάμεθα: οἰκέται δ αὐτομολοῦσιν ὁσημέραι, τοσούτοις δὲ τοῖς πᾶσιν ἐλάττους γεγόναμεν, ὅσοις ἱκανῶς ἡ μεγίστη μεθ ἡμᾶς πόλις κατεσκεύαστο. σκοπῶμεν οὖν εἰ δόξομεν ἢ ἡμᾶς αὐτοὺς γιγνώσκειν, ἢ τὴν πόλιν καλῶς θεραπεύειν, εἰ πολιορκούμενοι μὲν αὐτοὶ τοῦθ ἑτέρους ποιεῖν ἐπιχειρήσομεν διαπόντιοι καὶ πρὶν ἐξελθεῖν ἔχειν ἔξω τείχους πλευσούμεθα ἐπ ἄλλους, τὴν Ἀττικὴν ἀποκρύψαντες, τῶν δὲ οἰκείων ἄρχειν οὐχ οἱοί῀ τε ὄντες τῶν ἐν Σικελίᾳ βουλησόμεθα Ἑλλήνων καὶ βαρβάρων ἅμα.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION