- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι ς#?

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ς#)

τὰ μὲν δὴ πολλὰ οὕτω διῆγεν ἡμᾶς ὁ θεὸς, σημαίνων τε ἃ χρὴ ποιεῖν καὶ ἔχων ὑπακούοντας εἴ τις καὶ ἄλλος ἀνθρώπων ὑπήκουσε θεῷ. δευτέρῳ δὲ ἔτει μετὰ τὴν ἀναχώρησιν τὴν ἀπ Αἰσήπου, δωδεκάτῳ δὲ ἀφ οὗ πρῶτον ἔκαμον, πολλὰ καὶ θαυμαστὰ ἐφοίτα φαντάσματα, ἄγοντα εἰς Ἐπίδαυρον τὴν ἱερὰν τοῦ θεοῦ. καὶ τό γε ἐν πρώτοις γενόμενον τοιοῦτον ἦν: προτρέπων μέ τις θαρρῆσαι Μουσωνίου διῄει λόγον: ἐκεῖνος, ἔφη, βουλόμενός τινα ἀναστῆσαι κάμνοντα καὶ ἀπειρηκότα οὑτωσί πως εἰπεῖν καθαπτόμενος, τί μένεις· ποῖ βλέπεις· ἢ μέχρι ἂν αὐτὸς ὁ θεὸς παραστάς σοι φωνὴν ἀφιῇ· ἔκκοψον τὸ τεθνηκὸς τῆς ψυχῆς καὶ γνώσει τὸν θεόν. τοιαῦτ ἔφη τὸν Μουσώνιον εἰπεῖν. καὶ πρός γε τούτοις ἦσαν φωναὶ, σῶσον αὐτὸν τῇ Ἀθηναίων πόλει: τὸ δ ἦν οἱο῀ν τοῖς Ἕλλησι: καὶ περὶ τῶν ἐν Ἰταλίᾳ μεγάλαι προρρήσεις.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION