호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰπόντος δέ τινος ὡς καὶ τρεῖς ἔδει νεὼς εἶναι Πλάτωνός γε, τί δ οὐ καὶ Δημοσθένους, ἔφην ὑπερβαλὼν, ὀγδοήκοντα, καὶ Ὁμήρου γε, οἶμαι· καὶ ἔτι ταῦτα λέγων, ἀλλ ἴσως, ἔφην, τοὺς μὲν νεὼς τοῖς θεοῖς προσήκει καθιεροῦν, τοὺς δὲ ἄνδρας τοὺς ἐλλογίμους τῇ τῶν βιβλίων ἀναθέσει τιμᾶν, ἐπεὶ καὶ αὐτῶν, ἔφην, ἡμῶν τιμιώτατα ἃ φθεγγόμεθα, ὡς δὴ τοὺς μὲν ἀνδριάντας καὶ τὰ ἀγάλματα τῶν σωμάτων ὄντα ὑπομνήματα, τὰ δὲ βιβλία τῶν λόγων. τοιαῦτα εἰπὼν καὶ ἀκούσας ἐπανῄειν. καὶ κατιδὼν ἐπιόντα τὸν σύντροφον τοὺς χρόνους ἀνενεούμην, ὁπόσοις τισὶ πρότερον γενοίμεθα Ἀθήνησιν ἅμα. ἐπιστρέψαντος δέ μου ὡς πρὸς τὴν ἀκρόπολιν, ἵν οἴκαδε εἰσέλθοιμι, διῇξε σέλας ἐκ δεξιᾶς καὶ κατέσκηψεν οὕτω δή τι παρ αὐτὰς ἄκρας μου τὰς κόμας ὥστε ἐθαύμαζον εἰ μὴ ἡμμέναι εἰε῀ν. ἠγωνισάμεθα δή: ἔλαβον δὲ ὡς αἴσιον μᾶλλον τὸ σημεῖον, καὶ γὰρ ὁ νεανίσκος ὁ συνών μοι δόξαν ἔφη φέρειν αὐτὸ ἄλλως τε καὶ ἐπειδὴ ἐκ δεξιᾶς ἐγεγόνει. ἐδόκει δέ μοι τὰ πλείω τῶν οἰκοδομημάτων κλίμακάς τινας προσθέτους ἔχειν, καὶ διὰ τούτων ἀνιέναι δεῖν καὶ κατιέναι: ὥσθ ὑπεδυσχέραινον τοῦτό γε, ὅμως δ οὖν γίγνομαί πως ἔνδον. κἀν τούτῳ οἱ τὴν πομπὴν τῷ Ἔρωτι πέμποντες ἐπανεληλύθεσαν, καὶ πυθόμενος τὸ σημεῖον ὁ ἐξηγητὴς καὶ οὗτος ἔφασκεν αἴσιον εἶναι καὶ ὀρθῶς ἄρα μοι συμβῆναι τὰς θυσίας. προσγεγενῆσθαι δέ μοι ἐδόκει ὄναρ ὡς ἱερὰ ποιῆσαι Διὶ καὶ Ἀρτέμιδι καὶ εἰ δή τινι ἑτέρῳ θεῶν. καὶ ἐπὶ τούτοις πᾶσιν ἐδόκουν καλεῖν Εὔδοξον ὡς ἀπογραψόμενον διά τε τὸ μακρότερα εἶναι καὶ τὸ βούλεσθαι δι ἀκριβείας αὐτὰ σῶσαι. ταυτί μοι καὶ περὶ τῆς ὕστερον δόξης καὶ τοῦ δεῖν κατὰ χώραν μένειν πρὸς πολλοῖς ἄλλοις ἐδηλώθη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기