- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι ε#? 12:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ε# 12:)

ἐνεθυμήθην δ αὐτὸ διὰ τὸ εἶναι ἐν μεσογείᾳ, ἐδόκει σαφὲς εἶναι καὶ χρῆναι οὕτω ποιεῖν. ἔπειτά πως ἐκ τούτων ἔδοξα κατακεῖσθαι μὲν ὡς ἐπ ἀρίστῳ, ἀναμνησθεὶς δ ὅτι λούσασθαι χρὴ πρότερον τῷ ψυχρῷ κατὰ τὴν πρόρρησιν, αὐτός τε ἀνίστασθαι καὶ τοὺς ἄλλους κελεύειν. ἐρομένου δὲ τοῦ ἑτέρου τῶν ἰατρῶν περὶ τῆς ὡρ´ας τοῦ λουτροῦ, φάναι ὅτι πέμπτην δέοι κινηθῆναι, συμβήσεσθαι γὰρ εἰς τὴν ἕκτην: πάλιν γὰρ αὖ τὸ πρῳαίτερον τοῦ δέοντος ἢ λοῦσθαι ἢ ἐσθίειν ἐργῶδες εἶναι: οὐδὲ γὰρ εἰς αὐτὸ τοῦτο φέρειν ὃ δοκεῖ αὐτοῦ χρήσιμον εἶναι, τὸ πέψαι ῥᾷον, ἀγρυπνίας γὰρ ἀπ αὐτοῦ γίγνεσθαι. τί οὖν, ἔφη ὁ ἰατρὸς, οὐκ ἐμελέτησας ἡμῖν ἐν τῷ τέως· ὅτι νὴ Δί, ἔφην ἐγὼ, σπουδαιότερόν μοί ἐστιν ἐπελθεῖν τινα τῶν γεγραμμένων: δεῖ γάρ με καὶ τοῖς ὕστερον ἀνθρώποις διαλέγεσθαι. καὶ ἅμα ἐνεδειξάμην ὅτι ἐπειγοίμην, μὴ ἄρα τι συμβαίη πρότερον. καὶ ὃς οἰωνίζετο ἔτη πολλά μοι. κἀγὼ εἶπον, βουλοίμην ἂν καὶ πολλὰ ἔτη βιῶναι, εἰ μέλλοιμι ἔσεσθαι πρὸς λόγοις. τὸ μὲν δὴ ὄναρ τοιοῦτον ἐγένετο. τὸ δὲ χωρίον οὗ διέτριβον παραρρεῖ μὲν ποταμὸς, κάθοδος δ ἐπ αὐτόν ἐστι τραχυτέρα καὶ κατάντης μᾶλλον, καὶ ἅμα ἐντὸς τῶν δέκα σταδίων. ἔτι δ οὐκ ἐνῆν θεῖν τῷ ποταμῷ συμπαραθέοντα, ἀλλ ἐγκάρσιον καὶ εἰς ὄχθην. ἔπειτα μέντοι προϊὼν ὁ ποταμὸς παραρρεῖ χωρίον ἕτερον, ἔμβασίν τε ἔχον παγκάλην καὶ μάλα εὐειδῆ, ἐνταῦθα ἤδη ἐπενόησα τοιόνδε. ἐκέλευσα μετρῆσαι σχοινίῳ ὁπόσον τι ἀπέχει τὸ χωρίον ἀπὸ τοῦ χωρίου, κατὰ δὲ ἕκαστον στάδιον σημεῖον καταλιπεῖν. ὡς δὲ ἐφάνησαν οἱ σύμπαντες ἑκκαίδεκα, δέκα μὲν τοὺς τελευταίους ὑπελειπόμην εἰς τὸν δρόμον, τοὺς δὲ πρώτους προῆλθον ἐπὶ τοῦ ζεύγους. ἔπειτα καταβὰς ἔθεον τούς τε πόδας ἀνέλκων μόλις καὶ ἅμα ὁ βορέας ἐπαιγίζων ἀνέστελλε τὸ εἰς τοὐπίσω, καὶ παρεῖχεν ἱδρῶτα θαυμαστὸν ὅσον. ὥσθ ὅτε δὴ ἀπέραντον ἦν, παρεῖχον ψύχειν ὁπόσα βούλοιτο. λαβομένης δὲ τῆς ὄχθης ἄσμενος εἰς τὸ ὕδωρ ἱέμαι, καὶ ὡς ἀνέσχον τε καὶ ἀνέστην, ἔτυχε γὰρ καὶ τῆς ἄμμου πολλὴ περιχυθεῖσα, αὖθις ἐκ μέσου τοῦ ῥείθρου λοῦμαι δεύτερον.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION