- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι ε#? 8:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ε# 8:)

καλέσας δὲ τῶν φίλων τοὺς ἐπικαίρους φράζω τὸ πρόσταγμα. καὶ τότε δὴ γράμμα ἐξετίθετο, καὶ γὰρ προσῆγεν ἡ ἐκ τοῦ ὀνείρατος ὡρ´α, καὶ παρῆμεν εὐθὺς ἐπ αὐτῷ. ὅμως δὲ καίπερ οὕτως ἐξ ὑπογυίου τῆς παρόδου γιγνομένης καὶ τῶν πολλῶν ἀγνοησάντων, οὕτω δή τι μεστὸν γίγνεται τὸ βουλευτήριον ὥστε οὐδὲν ἦν πλὴν ἀνθρώπων κεφαλὰς ὁρᾶν καὶ οὐδ ἂν τὴν χεῖρα διέωσας μέσην οὐδαμοῦ. καὶ μὴν τό γε τοῦ θορύβου τε καὶ τῆς εὐνοίας, μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐνθουσιασμοῦ, τοσοῦτον παρὰ πάντων συνέβη ὥστε οὐδεὶς ὤφθη καθήμενος οὔτ ἐπὶ τοῦ προαγῶνος οὔθ ἡνίκα ἀναστὰς ἠγωνιζόμην, ἀλλ ἐκ πρώτου ῥήματος εἱστήκεσαν, ὤδινον, ἐγάνυντο, ἐξεπλήττοντο, συμπαρένευον τοῖς λεγομένοις, ἠφίεσαν φωνὰς οὔπω πρόσθεν γενομένας, πᾶς τις αὑτοῦ τὸ κέρδος ποιούμενος, εἴ τι νείμαι τῶν μεγίστων ἐμοί. ὡς δ ἀπηλλάγημεν ἀπὸ τοῦ βουλευτηρίου καὶ περὶ λουτρὸν ἦμεν, τότε δή τις ἀγγέλλει μοι ὅτι καὶ ὁ δεῖνα προγράψας πρότριτα εἰς τὴν ἡμέραν ταύτην εἰς τὸ ᾠδεῖον ἑπτακαίδεκα εἰή τοὺς σύμπαντας ἠθροικώς. καὶ μέντοι καὶ ἦρξεν αὐτῷ σωφροσύνης ἐκείνη ἡ ἡμέρα, τὸ πέρα δ οὐ λέγω, οὐδ ἂν τούτων ἐμνήσθην, εἰ μὴ τό τε ἐνύπνιον ὡς ἐναργὲς ἐξέβη ἐβουλόμην ἐνδείξασθαι καὶ ὅτι καὶ τούτων ἐμέλησε τῷ θεῷ, καὶ ἅμα τοῖς ἐξ ἀρχῆς ὡμολόγει λόγοις ὡς αὐτὸς ἀνέστησέ τε καὶ κατέστησεν εἰς τὴν Σμύρναν. οὐ πολλῷ δ ὕστερον εἰς Ἔφεσον κομίζει στεφάνους τε προειπὼν ὡς ἀγωνιστῇ καὶ κατασκευάσας οὕτως ὥστε ἀφυπνιζόμην, Ἔφεσον βοῶν. ἀλλὰ μὴν τά γε ἐκεῖ πραχθέντα ἐμοὶ μὲν οὐκ εὐπρεπέστερόν ἐστι λέγειν, πολλοὶ δὲ οἱ διηγησόμενοι τοῖς δεομένοις εἰδέναι. ἀλλ ὅσον μὲν εἰς τὸν θεὸν ἔρχεται τῶν λόγων, ἀνάγκη φράζειν πειρᾶσθαι καὶ μὴ παραλιπεῖν ἐκ τῶν δυνατῶν. ἄτοπον γὰρ εἰ μέν τι τῷ σώματι καὶ κατ οἶκον ἔδωκεν ἰάμα, διηγεῖσθαι τοῦτ ἂν καὶ αὐτὸν καὶ ἕτερον, ἐκεῖνα δὲ ἃ ὁμοῦ τὸ σῶμα ἀνίστη, τὴν ψυχὴν ἐπερρώννυ, τοὺς λόγους ηὖξε μετ εὐδοξίας, ταῦτα δὲ οὑτωσὶ παρελθεῖν σιωπῇ. ὅτι δὲ οὐδὲν πώποτε τῶν ἀνθρωπείων ἔμεγε ἐχαύνωσεν οὐδὲ ἐπῄρθην οὔτ ὀλίγους οὔτε πολλοὺς χειρωσάμενος, οὐδ οἶμαι δεῖν φιλοτιμεῖσθαι τοῖς τοιούτοις μᾶλλον ἢ αἰσχύνεσθαι φιλοτιμούμενος, ἐμαυτόν τε καλῶς πέπεικα καὶ πολλούς. ἀλλὰ γὰρ θαυμαστὸν τοῦ θεοῦ τὸ διηνεκὲς, οἱο῀ν καὶ τὸ τῆς ὕστερον ἐν Σμύρνῃ γενομένης ἐπιδείξεως τῆς μεγάλης ἐκείνης.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION