- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι ε#? 7:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ε# 7:)

καὶ πάμπολυ δὴ τῶν ἄλλων ἀποσπάσας ἦγον εἰς τὸ ἱερὸν, μεθ ἑνὸς ἀκολούθου σταδίους οὐκ ἔλαττον ἢ τριακοσίους διαδραμών. καὶ ἦν μὲν τῆς ὡρ´ας τὸ μετὰ λύχνους τοὺς ἱερούς: ἐν ὅσῳ δὲ τούς τε ὑπολειφθέντας ἐπανέμενον καὶ καταγωγὴ ἐπορίζετο, διέτριψα τούς τε νεὼς περιιὼν ὡς εἶχον ἐκ τῆς ὁδοῦ καὶ βαδίζων ἄνω καὶ κάτω περὶ τὸ ἱερόν. ἤδη δὲ βαθείας ἑσπέρας εὐπορήσας ὑπηρετῶν, αὐτόθι λουσάμενος ὑπὸ λαμπτῆρος ἀπὸ μικρᾶς πάνυ τροφῆς ἀνεπαυόμην. καὶ μὴν τά γε ἄλλα σαφῶς ἐγίγνετο σὺν θεῷ σπουδῇ τῶν ἀνθρώπων, καὶ σύνοδοι κατὰ τοὺς λόγους καὶ δέος μὴ θᾶττον ἀπαλλαγείημεν. ταυτὰ δὲ ταῦτα καὶ ὕστερον ὡς ἐν τῇ Σμύρνῃ ἐγενόμεθα. μᾶλλον δὲ καὶ πρὶν εἰσελθεῖν εἰς τὴν πόλιν ἦσαν οἱ κατὰ τὴν φήμην ἀπαντῶντες, καὶ τῶν τε νέων οἱ γνωριμώτατοι σφᾶς αὐτοὺς ἐδίδοσαν καὶ τύπος τις ἤδη τεταγμένος διατριβῆς ἦν, καὶ διὰ πάντων ἡ κλῆσις ἠκριβοῦτο. Αἰγυπτίου δέ τινος ἀνθρωπίσκου περὶ τὸν χρόνον τοῦτον εἰσκωμάσαντος εἰς τὴν πόλιν καὶ τῶν τε βουλευτῶν ἔστιν οὓς διαφθείραντος καί τισι τῶν πολλῶν καὶ ἰδιωτῶν δόξαν παραστήσαντος ὅτι καὶ πολιτεύσοιτο καὶ φιλοτιμίας θαυμαστὰς οἱάς φιλοτιμήσοιτο ἀπὸ χρημάτων, εἰς τὸ θέατρον εἰσπηδῶντος ὅπως τύχοι, καὶ τοιαύτης αἰσχύνης κατεχούσης τὴν πόλιν, ᾔδειν μὲν οὐδ ὁτιοῦν τούτων ἐγὼ ἀλλ ἢ ὀψέ ποτε ἤκουσα, ἅτε καὶ κατ οἰκίαν τὰς συνουσίας πρὸς τοὺς ἐπιτηδείους ποιούμενος. ἄρτι δ αὐτοῦ παριέναι μέλλοντος εἰς τὸ ᾠδεῖον τὸ πρὸς τῷ λιμένι καὶ διατριβὴν αὐτόθι καθισταμένου, εἴτε δὴ κατὰ ψήφισμα εἴτε καὶ οὐκ οἶδ ὅπη, ἐμοὶ δ ὄναρ γίγνεται. ἐδόκουν τοῦτο μὲν τὸν ἥλιον ἐκ τῆς ἀγορᾶς ἰδεῖν ἀνίσχοντα, τοῦτο δὲ ἀνὰ στόμα ἔχειν Ἀριστείδης μελετήσεται τήμερον ἐν τῷ βουλευτηρίῳ ὡρ´ας τετάρτης. ταῦτα φθεγγόμενος καὶ τούτων ἀκούων ἀφυπνιζόμην, ὥστε διεσκόπουν εἴτ ὄναρ εἰή εἴθ ὕπαρ.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION