- 텍스트

Aristides, Aelius, Orationes, Ιἑροὶ λόγοι ε#? 6:

(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ε# 6:)

κεφάλαιον δ ἦν, ὡς ἐν αὐτῷ τῷ σώματι τῆς Φιλουμένης καὶ τοῖς ἐντὸς, ὥσπερ ἐν σπλάγχνοις ἱερείων, ἐγγεγραμμένου παντὸς τοῦ περὶ αὐτὴν πράγματος. ἐδόκουν δὲ καὶ κοιναί τινες εἶναι πλείους, καὶ ἅμα πως ἑώρων αὐτὰς, αἱ μὲν ἄνω ὑγιεῖς καὶ εὖ διακείμεναι, ἐν δὲ τῇ τελευταίᾳ τὸ πεπονθὸς ἦν. καὶ ἐδείκνυντο ὑπὸ τοῦ ἐφεστῶτος ὅστις καὶ ἦν. καὶ ἠρόμην γὰρ δὴ αὐτὸν, πόθεν οὖν οἱ ὄκνοι καὶ ἡ δυσεργία· ὁ δὲ ἐδείκνυεν ἐκεῖνον τὸν τόπον. οἱ δ οὖν χρησμοὶ τοιοῦτοί τινες ἦσαν. ἐνεγέγραπτο μὲν τὸ ὄνομα τὸ ἐμὸν οὑτωσὶ, Αἴλιος Ἀριστείδης: καὶ σχεδὸν ἐκ διαλειμμάτων ἄλλα καὶ ἄλλα ἐπίσημα τοῦ ὀνόματος: προσενεγέγραπτο δὲ Σωσιμένης καὶ ἕτερα τοιαῦτα σωτηρίαν ἐπαγγελλόμενα, καὶ ὅτι ἡ Φιλουμένη ψυχὴν ἀντὶ ψυχῆς καὶ σῶμα ἀντὶ σώματος ἀντέδωκε, τὰ αὑτῆς ἀντὶ τῶν ἐμῶν. καὶ τἄλλα εἰς ταυτὸν φέροντα ἐνῆν, ἅπαντα ἐν βιβλίοις τισὶν ἐγγεγραμμένα, ἃ πάντα γράψαντος τοῦ Ἀλκίμου ἐδόκει ἀποκομίζειν ὁ Τελεσφόρος οἴκαδε. ἐνῆσαν δὲ καὶ Πορφυρίωνος τοῦ ἰατροῦ παραινέσεις ὡς πρὸς τὴν μητέρα αὑτῆς, μάλιστα μὲν καὶ λούσασθαι, εἰ δὲ μὴ, ἀλλὰ τραφῆναι. ταύτης τῆς κόρης Ἑρμείας ἐκεῖνος ἀδελφὸς ἦν, ὃς ἐν τῇ μεγάλῃ νόσῳ, ὅτε καὶ ἡ θεὸς ἐφάνη μοι, ἀπέθανε καὶ αὐτὸς σχεδὸν ὡς εἰπεῖν ἀντ ἐμοῦ. τῇ γὰρ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἐπυθόμην, ἐκεῖνός τε ἐτελεύτα κἀγὼ τοῦ πυρὸς ἀπηλλαττόμην καὶ πάνυ χρονισθέντος. ἄμφω δὲ ἤστην παῖδες ἐμῆς συντρόφου Καλλιτύχης. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. πέντε δὲ ἡμέρας ὑπὸ τῷ ὄρει μείνας καὶ διαιτηθεὶς ὡς παρήγγειλεν, ἕκτῃ κινήσαντος ἐξῄειν ἐπὶ Περγάμου: καὶ ἦσαν μὲν ἐπίβδαι, ἣν Ῥωμαῖοι πρώτην ἄγουσι τοῦ ἔτους. χειμὼν δὲ οὕτω δή τι σφοδρὸς ὥστε μηδ οἴκοι μένοντι ῥᾳδίως ἔχειν ὑπενεγκεῖν. καὶ συνέβη τοῦτο δὴ θειότατον τῆς ὁδοῦ, τὸ γὰρ τοῦ Ὁμήρου σαφὲς ἦν ὅτι τις θεῶν ἡγεῖτο καὶ ὅστις γε ὁ θεὸς, ἐξόπισθεν μὲν γὰρ βορέου πνεῦμα ἐπέκειτο οἱο῀ν ψυχρότατον, νεφέλας ἐλαῦνον μελαίνας καὶ πυκνὰς, ἐκ δεξιᾶς δὲ ἅπαντα κατενίφετο, ὑε῀ δὲ ἐν ἀριστερᾷ, καὶ ταῦτ ἦν παρὰ πᾶσαν τὴν ἡμέραν τε καὶ τὴν ὁδόν. μία τε οἱο῀ν ζώνη διὰ παντὸς τοῦ ἀέρος ἦγεν εἰς τὸ ἱερὸν κατ αὐτῆς τῆς ὁδοῦ τεταμένη, σκέπην ἅμα καὶ φῶς ἔχουσα.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION